← 色诺芬

希腊史

§1.6.14-1.6.26

科农受困米提利尼与雅典救援舰队的组建

卡利克拉提达斯攻陷墨特姆纳后拒绝将希腊俘虏卖为奴隶,随后追击科农的舰队至绪提勒涅并进行严密水陆封锁。突围报信的战船将围城消息传至雅典后,雅典倾尽举国之力组建了一支一百五十余艘战船的庞大援军,卡利克拉提达斯亦率队前往迎战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.14

τὰ μὲν οὖν χρήματα πάντα διήρπασαν οἱ στρατιῶται, τὰ δὲ ἀνδράποδα πάντα συνήθροισεν ὁ Καλλικρατίδας εἰς τὴν ἀγοράν, καὶ κελευόντων τῶν συμμάχων ἀποδόσθαι καὶ τοὺς Μηθυμναίους οὐκ ἔφη ἑαυτοῦ γε ἄρχοντος οὐδένʼ ἂν Ἑλλήνων εἰς τὸ ἐκείνου δυνατὸν ἀνδραποδισθῆναι.1

于是,士兵们将所有财物抢掠一空,但卡利克拉提达斯将所有的俘虏集中到广场上;当盟友们催促他也将墨特姆纳人卖为奴隶时,他宣称只要自己掌权,在自己能力所及的范围内,绝不会让任何希腊人沦为奴隶。

§1.6.15

τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐλευθέρους ἀφῆκε, τοὺς δὲ τῶν Ἀθηναίων φρουροὺς καὶ τὰ ἀνδράποδα τὰ δοῦλα πάντα ἀπέδοτο· Κόνωνι δὲ εἶπεν ὅτι παύσει αὐτὸν μοιχῶντα τὴν θάλατταν. κατιδὼν δὲ αὐτὸν ἀναγόμενον ἅμα τῇ ἡμέρᾳ, ἐδίωκεν ὑποτεμνόμενος τὸν εἰς Σάμον πλοῦν, ὅπως μὴ ἐκεῖσε φύγοι.

次日,他释放了自由民,但将雅典驻军和所有的生来为奴者全部卖掉;他对科农传话说,要叫他停止对大海的苟且霸占。拂晓时分,他望见科农出海,便截断其通往萨摩斯的航线展开追击,以免他逃往彼处。

§1.6.16

Κόνων δʼ ἔφευγε ταῖς ναυσὶν εὖ πλεούσαις διὰ τὸ ἐκ πολλῶν πληρωμάτων εἰς ὀλίγας ἐκλελέχθαι τοὺς ἀρίστους ἐρέτας, καὶ καταφεύγει εἰς Μυτιλήνην τῆς Λέσβου καὶ σὺν αὐτῷ τῶν δέκα στρατηγῶν Λέων καὶ Ἐρασινίδης. Καλλικρατίδας δὲ συνεισέπλευσεν εἰς τὸν λιμένα, διώκων ναυσὶν ἑκατὸν καὶ ἑβδομήκοντα.

科农由于从众多船员中为少数船只挑选了最优秀的桨手,战船航速极快,遂得以逃脱,逃入莱斯博斯岛的密提勒涅,与他同行的还有十将军中的莱翁与埃拉西尼得斯。卡利克拉提达斯率领一百七十艘战船紧追不舍,一同冲入了港湾。

§1.6.17

Κόνων δὲ ὡς ἔφθη ὑπὸ τῶν πολεμίων κατακωλυθείς,2 ἠναγκάσθη ναυμαχῆσαι πρὸς τῷ λιμένι, καὶ ἀπώλεσε ναῦς τριάκοντα· οἱ δὲ ἄνδρες εἰς τὴν γῆν ἀπέφυγον· τὰς δὲ λοιπὰς τῶν νεῶν, τετταράκοντα οὔσας, ὑπὸ τῷ τείχει ἀνείλκυσε.

科农因退路已被敌军抢先截断,被迫在港口附近进行海战,折损了三十艘战船;船员们逃上了陆地,剩下的四十艘战船则被他拖上海滩,置于城墙之下。

§1.6.18

Καλλικρατίδας δὲ ἐν τῷ λιμένι ὁρμισάμενος ἐπολιόρκει ἐνταῦθα, τὸν ἔκπλουν ἔχων. καὶ κατὰ γῆν μεταπεμψάμενος τοὺς Μηθυμναίους πανδημεὶ καὶ ἐκ τῆς Χίου τὸ στράτευμα διεβίβασε· χρήματά τε παρὰ Κύρου αὐτῷ ἦλθεν.

卡利克拉提达斯在港内抛锚,封锁了出海口,将科农围困于此。他不仅下令墨特姆纳人全军自陆路赶来会合,还将部队从希俄斯运送过来;此外,小居鲁士的资金也送到了他手中。

§1.6.19

ὁ δὲ Κόνων ἐπεὶ ἐπολιορκεῖτο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ σίτων οὐδαμόθεν ἦν εὐπορῆσαι, οἱ δὲ ἄνθρωποι πολλοὶ ἐν τῇ πόλει ἦσαν καὶ οἱ Ἀθηναῖοι οὐκ ἐβοήθουν διὰ τὸ μὴ πυνθάνεσθαι ταῦτα, καθελκύσας τῶν νεῶν τὰς ἄριστα πλεούσας δύο ἐπλήρωσε πρὸ ἡμέρας, ἐξ ἁπασῶν τῶν νεῶν τοὺς ἀρίστους ἐρέτας ἐκλέξας καὶ τοὺς ἐπιβάτας εἰς κοίλην ναῦν μεταβιβάσας καὶ τὰ παραρύματα παραβαλών.

科农因在水陆两面皆遭围困,各处皆无法筹集粮草,城中人口又众,而雅典人因不知情未能发兵来援,于是在黎明前将航速最快的两艘战船推入水中并配齐人员,他从所有船只中挑选出最优秀的桨手,将武装甲板兵转移到船舱深处,并挂起遮蔽船舷的风雨帘。

§1.6.20

τὴν μὲν οὖν ἡμέραν οὕτως ἀνεῖχον, εἰς δὲ τὴν ἑσπέραν, ἐπεὶ σκότος εἴη, ἐξεβίβαζεν, ὡς μὴ καταδήλους εἶναι τοῖς πολεμίοις ταῦτα ποιοῦντας. πέμπτῃ δὲ ἡμέρᾳ εἰσθέμενοι σῖτα μέτρια, ἐπειδὴ ἤδη μέσον ἡμέρας ἦν καὶ οἱ ἐφορμοῦντες ὀλιγώρως εἶχον καὶ ἔνιοι ἀνεπαύοντο, ἐξέπλευσαν ἔξω τοῦ λιμένος, καὶ ἡ μὲν ἐπὶ Ἑλλησπόντου ὥρμησεν, ἡ δὲ εἰς τὸ πέλαγος.

在白天他们就这样隐蔽待机,到了傍晚天黑之时,他才让人员上岸,以免敌人察觉他们的举动。到了第五天,他们装载了适量的粮饷;当时正值正午,负责封锁的敌军防备松懈,部分人正在休息,两艘船遂冲出港口:一艘全速驶向赫勒斯滂,另一艘则驶向外海。

§1.6.21

τῶν δʼ ἐφορμούντων ὡς ἕκαστοι ἤνοιγον, τάς τε ἀγκύρας ἀποκόπτοντες καὶ ἐγειρόμενοι ἐβοήθουν τεταραγμένοι, τυχόντες ἐν τῇ γῇ ἀριστοποιούμενοι· εἰσβάντες δὲ ἐδίωκον τὴν εἰς τὸ πέλαγος ἀφορμήσασαν, καὶ ἅμα τῷ ἡλίῳ δύνοντι κατέλαβον, καὶ κρατήσαντες μάχῃ, ἀναδησάμενοι ἀπῆγον εἰς τὸ στρατόπεδον αὐτοῖς ἀνδράσιν.3

负责监视封锁的敌船在各自起航时,一边砍断锚缆,一边惊醒慌乱地出动迎击,因为他们当时恰好在岸上用午餐;登船后,他们追赶驶向外海的那艘船,在日落时分追上并战胜了它,系上缆绳将战船连同船员一并拖回营地。

§1.6.22

ἡ δʼ ἐπὶ τοῦ Ἑλλησπόντου φυγοῦσα ναῦς διέφυγε, καὶ ἀφικομένη εἰς τὰς Ἀθήνας ἐξαγγέλλει τὴν πολιορκίαν. Διομέδων δὲ βοηθῶν Κόνωνι πολιορκουμένῳ δώδεκα ναυσὶν ὡρμίσατο εἰς τὸν εὔριπον τὸν τῶν Μυτιληναίων.

然而逃往赫勒斯滂的那艘船成功脱险,抵达雅典后报告了被围的消息。狄奥墨冬率领十二艘战船前来解救被困的科农,停泊在密提勒涅的海峡中。

§1.6.23

ὁ δὲ Καλλικρατίδας ἐπιπλεύσας αὐτῷ ἐξαίφνης δέκα μὲν τῶν νεῶν ἔλαβε, Διομέδων δʼ ἔφυγε τῇ τε αὑτοῦ καὶ ἄλλῃ.

卡利克拉提达斯猝然向他发起进攻,俘获了其中十艘战船,狄奥墨冬则乘自己的船并带另一艘船逃脱。

§1.6.24

οἱ δὲ Ἀθηναῖοι τὰ γεγενημένα καὶ τὴν πολιορκίαν ἐπεὶ ἤκουσαν, ἐψηφίσαντο βοηθεῖν ναυσὶν ἑκατὸν καὶ δέκα, εἰσβιβάζοντες τοὺς ἐν τῇ ἡλικίᾳ ὄντας ἅπαντας καὶ δούλους καὶ ἐλευθέρους· καὶ πληρώσαντες τὰς δέκα καὶ ἑκατὸν ἐν τριάκοντα ἡμέραις ἀπῆραν. εἰσέβησαν δὲ καὶ τῶν ἱππέων πολλοί.

雅典人听闻事变经过与被围的消息后,决议派遣一百一十艘战船前往救援,强令所有适龄人员登船,奴隶与自由民均不例外;他们在一月之内配备齐全这一百一十艘船并发航。许多骑士也登船出征。

§1.6.25

μετὰ ταῦτα ἀνήχθησαν εἰς Σάμον, κἀκεῖθεν Σαμίας ναῦς ἔλαβον δέκα· ἥθροισαν δὲ καὶ ἄλλας πλείους ἢ τριάκοντα παρὰ τῶν ἄλλων συμμάχων, εἰσβαίνειν ἀναγκάσαντες ἅπαντας, ὁμοίως δὲ καὶ εἴ τινες αὐτοῖς ἔτυχον ἔξω οὖσαι.4 ἐγένοντο δὲ αἱ πᾶσαι πλείους ἢ πεντήκοντα καὶ ἑκατόν.

此后他们驶往萨摩斯,从那里补充了十艘萨摩斯船;又从其余盟邦处征集了三十余艘,强令所有人登船,同样征用了所有碰巧滞留在外的船只。全军船只总数达到了一百五十余艘。

§1.6.26

ὁ δὲ Καλλικρατίδας ἀκούων τὴν βοήθειαν ἤδη ἐν Σάμῳ οὖσαν, αὐτοῦ μὲν κατέλιπε πεντήκοντα ναῦς καὶ ἄρχοντα Ἐτεόνικον, ταῖς δὲ εἴκοσι καὶ ἑκατὸν ἀναχθεὶς ἐδειπνοποιεῖτο τῆς Λέσβου ἐπὶ τῇ Μαλέᾳ ἄκρᾳ.

卡利克拉提达斯获悉援军已抵达萨摩斯,便在当地留下五十艘船由埃特奥尼科斯统领,自己率领其余一百二十艘出海,在莱斯博斯岛的马勒阿岬角用晚餐。

语法注4 条
  1. 1.6.14οὐκ ἔφη ἑαυτοῦ γε ἄρχοντος οὐδένʼ ἂν Ἑλλήνων εἰς τὸ ἐκείνου δυνατὸν ἀνδραποδισθῆναι

    由 οὐκ ἔφη 引导的宾格不定式间接引语结构。不定式与语气助词 ἄν... ἀνδραποδισθῆναι 对应直接引语中的潜能希求语气(οὐδεὶς ἂν ἀνδραποδισθείη)。ἑαυτοῦ γε ἄρχοντος 为属格独立结构,带有条件含义(“只要由他统率”)。在同一分句中,主语先以间接反身代词 ἑαυτοῦ 出现,后在成语结构 εἰς τὸ ἐκείνου δυνατόν 中转换为指示代词 ἐκείνου,均指代卡利克拉提达斯本人。

  2. 1.6.17ὡς ἔφθη ὑπὸ τῶν πολεμίων κατακωλυθείς

    连词 ὡς(表示时间“当……时”或原因“由于”)搭配动词 φθάνω 及补充分词 κατακωλυθείς。φθάνω 接分词构成习惯用法,在此被动语态下表示“被敌军抢先阻截/在能够脱身之前即遭封堵”,构成了被迫在港口交战的原因。

  3. 1.6.21αὐτοῖς ἀνδράσιν

    表示伴随状态的与格(comitative dative),由 αὐτός 与名词并置构成成语结构(“连同船员一起”)。常用于军事或海战语境,表明被捕获的船只是连带其全体乘员一同被拖拽回营地。

  4. 1.6.25ὁμοίως δὲ καὶ εἴ τινες αὐτοῖς ἔτυχον ἔξω οὖσαι

    形式上为条件从句但起不定关系从句作用的表达(εἴ τινες 相当于 ὅσαι τινές,“凡是恰好有……”)。从上文省略了主语名词 ναῦς(战船),与 τυγχάνω 加补充分词 οὖσαι 搭配,指征调所有恰巧停泊或活动于本土之外的舰船。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.6.14-1.6.26