← 色诺芬

希腊史

§1.6.1-1.6.13

卡利克拉提达斯履任与攻克墨特姆纳

接替吕珊德罗斯出任海军提督的卡利克拉提达斯在面对前任派系的掣肘以及居鲁士拖延军饷后,依靠米利都等盟邦筹集资金,并强攻攻克了墨特姆纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1

τῷ δʼ ἐπιόντι ἔτει, ᾧ ἥ τε σελήνη ἐξέλιπεν ἑσπέρας καὶ ὁ παλαιὸς τῆς Ἀθηνᾶς νεὼς ἐν Ἀθήναις ἐνεπρήσθη, οἱ Λακεδαιμόνιοι τῷ Λυσάνδρῳ παρεληλυθότος ἤδη τοῦ χρόνου1 ἔπεμψαν ἐπὶ τὰς ναῦς Καλλικρατίδαν.

次年——在这一年里,傍晚发生了一次月食,雅典城内的雅典娜古神庙被焚毁——拉刻代蒙人因吕珊德罗斯的任期已满,派卡利克拉提达斯前往统领舰队。

§1.6.2

ὅτε δὲ παρεδίδου ὁ Λύσανδρος τὰς ναῦς, ἔλεγε τῷ Καλλικρατίδᾳ ὅτι θαλαττοκράτωρ τε παραδιδοίη καὶ ναυμαχίᾳ νενικηκώς. ὁ δὲ αὐτὸν ἐκέλευσεν ἐξ Ἐφέσου ἐν ἀριστερᾷ Σάμου παραπλεύσαντα, οὗ ἦσαν αἱ τῶν Ἀθηναίων νῆες, ἐν Μιλήτῳ τὰς ναῦς παραδοῦναι, καὶ ὁμολογήσειν θαλαττοκρατεῖν.

吕珊德罗斯移交船只时对卡利克拉提达斯说,自己是以海上霸主和海战胜利者的身份移交船只的。但卡利克拉提达斯要他从以弗所出发,从雅典船只所在的萨摩斯左侧驶过,在米利都将船只交给他;届时他才会承认吕珊德罗斯掌握着制海权。

§1.6.3

οὐ φαμένου δὲ τοῦ Λυσάνδρου πολυπραγμονεῖν ἄλλου ἄρχοντος, αὐτὸς ὁ Καλλικρατίδας πρὸς αἷς παρὰ Λυσάνδρου ἔλαβε ναυσὶ προσεπλήρωσεν ἐκ Χίου καὶ Ῥόδου καὶ ἄλλοθεν ἀπὸ τῶν συμμάχων πεντήκοντα ναῦς. ταύτας δὲ πάσας ἁθροίσας, οὔσας τετταράκοντα καὶ ἑκατόν, παρεσκευάζετο ὡς ἀπαντησόμενος τοῖς πολεμίοις.

吕珊德罗斯表示别人执掌帅印时自己无意插手,于是卡利克拉提达斯自己在从吕珊德罗斯接收的船只之外,又从希俄斯、罗得岛以及其他盟邦处补齐了五十艘船。他将所有这些战船集中起来,共有战船一百四十艘,准备迎战敌人。

§1.6.4

καταμαθὼν δʼ ὑπὸ τῶν Λυσάνδρου φίλων καταστασιαζόμενος, οὐ μόνον ἀπροθύμως ὑπηρετούντων, ἀλλὰ καὶ διαθροούντων ἐν ταῖς πόλεσιν ὅτι Λακεδαιμόνιοι μέγιστα παραπίπτοιεν ἐν τῷ διαλλάττειν τοὺς ναυάρχους, πολλάκις ἀνεπιτηδείων γιγνομένων καὶ ἄρτι συνιέντων τὰ ναυτικὰ καὶ ἀνθρώποις ὡς χρηστέον οὐ γιγνωσκόντων ἀπείρους θαλάττης πέμποντες καὶ ἀγνῶτας τοῖς ἐκεῖ, κινδυνεύοιέν2 τι παθεῖν διὰ τοῦτο, ἐκ τούτου δὲ ὁ Καλλικρατίδας συγκαλέσας τοὺς Λακεδαιμονίων ἐκεῖ παρόντας ἔλεγεν αὐτοῖς τοιάδε.

然而,他发觉自己正受到吕珊德罗斯的友人的暗中排挤与对抗,他们不仅消极应付差遣,还在各城邦散布言论,称拉刻代蒙人轮换海军提督乃是极大的失误,因为派来的人往往难当重任,既刚通晓海事,又不知如何御人,缺乏航海经验且不为当地人所识,因而极易招致惨败。

§1.6.5

ἐμοὶ μὲν ἀρκεῖ οἴκοι μένειν, καὶ εἴτε Λύσανδρος εἴτε ἄλλος τις ἐμπειρότερος περὶ τὰ ναυτικὰ βούλεται εἶναι, οὐ κωλύω τὸ κατʼ ἐμέ· ἐγὼ δʼ ὑπὸ τῆς πόλεως ἐπὶ τὰς ναῦς πεμφθεὶς οὐκ ἔχω τί ἄλλο ποιῶ3 ἢ τὰ κελευόμενα ὡς ἂν δύνωμαι κράτιστα. ὑμεῖς δὲ πρὸς ἃ ἐγώ τε φιλοτιμοῦμαι καὶ ἡ πόλις ἡμῶν αἰτιάζεται (ἴστε γὰρ αὐτὰ ὥσπερ καὶ ἐγώ), συμβουλεύετε τὰ ἄριστα ὑμῖν δοκοῦντα εἶναι περὶ τοῦ ἐμὲ ἐνθάδε μένειν ἢ οἴκαδε ἀποπλεῖν ἐροῦντα τὰ καθεστῶτα ἐνθάδε.

为此,卡利克拉提达斯召集了在场的拉刻代蒙人,对他们说了这样一番话: “就我而言,留在家中本已知足;无论是吕珊德罗斯还是其他任何人自认为在海事上更有经验,就我本人来说决不阻拦。但我既受城邦派遣来统领战船,除了竭尽所能执行命令外,实在别无他法。鉴于我所怀抱的抱负以及我们城邦受到的非议(这些事情你们和我一样清楚),对于我是应当留在此地,还是航行回国禀报这里的实情,请你们提出自认为最妥当的建议。”

§1.6.6

οὐδενὸς δὲ τολμήσαντος ἄλλο τι εἰπεῖν ἢ τοῖς οἴκοι πείθεσθαι ποιεῖν τε ἐφʼ ἃ ἥκει, ἐλθὼν παρὰ Κῦρον ᾔτει μισθὸν τοῖς ναύταις· ὁ δὲ αὐτῷ εἶπε δύο ἡμέρας ἐπισχεῖν.

众人都无人敢言其他,只说应当服从本国的统治者并执行受命前来的任务;于是他前往小居鲁士处索取水兵的薪饷,但小居鲁士让他等候两日。

§1.6.7

Καλλικρατίδας δὲ ἀχθεσθεὶς τῇ ἀναβολῇ καὶ ταῖς ἐπὶ τὰς θύρας φοιτήσεσιν ὀργισθεὶς καὶ εἰπὼν ἀθλιωτάτους εἶναι τοὺς Ἕλληνας, ὅτι βαρβάρους κολακεύουσιν ἕνεκα ἀργυρίου, φάσκων τε, ἂν σωθῇ οἴκαδε, κατά γε τὸ αὑτοῦ δυνατὸν διαλλάξειν Ἀθηναίους καὶ Λακεδαιμονίους, ἀπέπλευσεν εἰς Μίλητον·

卡利克拉提达斯因遭到拖延而深感不悦,更因不得不在门外久候而勃然大怒;他声称希腊人为了金钱而巴结阿谀野蛮人,实乃最为可悲;并宣称若能平安回国,定当尽己所能使雅典人与拉刻代蒙人讲和。言毕,他启航前往米利都。

§1.6.8

κἀκεῖθεν πέμψας τριήρεις εἰς Λακεδαίμονα ἐπὶ χρήματα, ἐκκλησίαν ἁθροίσας τῶν Μιλησίων τάδε εἶπεν. ἐμοὶ μέν, ὦ Μιλήσιοι, ἀνάγκη τοῖς οἴκοι ἄρχουσι πείθεσθαι· ὑμᾶς δὲ ἐγὼ ἀξιῶ προθυμοτάτους εἶναι εἰς τὸν πόλεμον διὰ τὸ οἰκοῦντας ἐν βαρβάροις πλεῖστα κακὰ ἤδη ὑπʼ αὐτῶν πεπονθέναι.

从那里,他派三列桨座战船前往拉刻代蒙索取资金,并召集了米利都人的公民大会,说道:“米利都人啊,就我而言,我必须服从本国的统治者;而对于你们,我认为你们理当在战争中表现得最为英勇积极,因为你们居住在野蛮人中间,至今已深受其害。

§1.6.9

δεῖ δʼ ὑμᾶς ἐξηγεῖσθαι τοῖς ἄλλοις συμμάχοις ὅπως ἂν τάχιστά τε καὶ μάλιστα βλάπτωμεν τοὺς πολεμίους, ἕως ἂν οἱ ἐκ Λακεδαίμονος ἥκωσιν, οὓς ἐγὼ ἔπεμψα χρήματα ἄξοντας, ἐπεὶ τὰ ἐνθάδε ὑπάρχοντα Λύσανδρος Κύρῳ ἀποδοὺς ὡς περιττὰ ὄντα οἴχεται· Κῦρος δὲ ἐλθόντος ἐμοῦ ἐπʼ αὐτὸν ἀεὶ ἀνεβάλλετό μοι διαλεχθῆναι, ἐγὼ δʼ ἐπὶ τὰς ἐκείνου θύρας φοιτᾶν οὐκ ἐδυνάμην ἐμαυτὸν πεῖσαι.

在我派去运取资金的人从拉刻代蒙返回之前,你们应当带领其他盟友,使我们能以最快、最大的限度打击敌人。因为吕珊德罗斯在宣称多余之后,已将当地原有的资金悉数退还给小居鲁士并离开了;而当我前去见小居鲁士时,他一再拖延与我交谈,我也实在无法说服自己去频繁出入他的府门。

§1.6.11

ὑπισχνοῦμαι δʼ ὑμῖν ἀντὶ τῶν συμβάντων ἡμῖν ἀγαθῶν ἐν τῷ χρόνῳ ᾧ ἂν ἐκεῖνα προσδεχώμεθα χάριν ἀξίαν ἀποδώσειν. ἀλλὰ σὺν τοῖς θεοῖς δείξωμεν τοῖς βαρβάροις ὅτι καὶ ἄνευ τοῦ ἐκείνους θαυμάζειν δυνάμεθα τοὺς ἐχθροὺς τιμωρεῖσθαι.

我向你们许诺,在等候那笔款项期间我们所蒙受的一切恩惠,日后必将给予相称的报答。来吧,在神明的佑助下,让我们向野蛮人证明,即便不去谄媚阿谀他们,我们也同样能够惩治仇敌。”

§1.6.12

ἐπεὶ δὲ ταῦτʼ εἶπεν, ἀνιστάμενοι πολλοὶ καὶ μάλιστα οἱ αἰτιαζόμενοι ἐναντιοῦσθαι δεδιότες εἰσηγοῦντο πόρον χρημάτων καὶ αὐτοὶ ἐπαγγελλόμενοι ἰδίᾳ. λαβὼν δὲ ταῦτα ἐκεῖνος καὶ ἐκ Χίου πεντεδραχμίαν ἑκάστῳ τῶν ναυτῶν ἐφοδιασάμενος ἔπλευσε τῆς Λέσβου ἐπὶ Μήθυμναν πολεμίαν οὖσαν.

他说完这番话后,许多人——尤其是那些被指责反对他而心生恐惧的人——纷纷站起身来,不仅提议筹措资金,还主动从私人产业中捐助。他接收了这些款项,又从希俄斯为每名水兵筹备了五德拉克马作为津贴,随后驶往莱斯博斯岛处于敌对状态的墨特姆纳。

§1.6.13

οὐ βουλομένων δὲ τῶν Μηθυμναίων προσχωρεῖν, ἀλλʼ ἐμφρούρων ὄντων Ἀθηναίων, καὶ τῶν τὰ πράγματα ἐχόντων ἀττικιζόντων, προσβαλὼν αἱρεῖ τὴν πόλιν κατὰ κράτος.

由于墨特姆纳人不肯投降,且城内有雅典驻军,当政者亦倒向雅典,他发起进攻,以武力强攻攻克了该城。

语法注3 条
  1. 1.6.1τῷ Λυσάνδρῳ παρεληλυθότος ἤδη τοῦ χρόνου

    παρεληλυθότος ἤδη τοῦ χρόνου 为属格绝对结构(“任期既已届满”),而与格 τῷ Λυσάνδρῳ 则充当关涉与格(dative of reference),表示该期限对吕珊德罗斯而言已经届满。虽然理论上亦可将与格看作 ἔπεμψαν 的间接宾语(“派遣至吕珊德罗斯处”),但在无前置词的情况下,结合语境中强调其任期结束的要义,将其视作与属格绝对结构在语义上密切相连的关涉与格更为合理。

  2. 1.6.4καταμαθὼν δʼ ὑπὸ τῶν Λυσάνδρου φίλων καταστασιαζόμενος, οὐ μόνον ἀπροθύμως ὑπηρετούντων, ἀλλὰ καὶ διαθροούντων ... πέμποντες ... κινδυνεύοιεν

    主格分词 καταστασιαζόμενος 用作知觉动词 καταμαθών 的补充宾语分词,指代主语自身(“察知自己正遭受党争排挤”)。随后出现的属格分词 ὑπηρετούντων 和 διαθροούντων 则以介词短语 ὑπὸ τῶν Λυσάνδρου φίλων 中的施事者为逻辑主语。在 ὅτι 引导的间接引语内部,主格分词 πέμποντες(“因派遣……”)与主语(拉刻代蒙人)相呼应,统摄着引向从句主要动词 κινδυνεύοιεν(祈愿语气)的长句嵌套结构。

  3. 1.6.5οὐκ ἔχω τί ἄλλο ποιῶ

    在由 οὐκ ἔχω(“我不知该如何/做什么”)统辖的间接疑问句中,ποιῶ 在形态上既可为现在直陈式,亦可为拟议接续式(deliberative subjunctive)。鉴于此处表达困惑与履职责任的语境(“我不知除此以外还应当做什么”),将其视作拟议接续式最为贴切。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.6.1-1.6.13