← 色诺芬

希腊史

§1.5.12-1.5.21

诺提翁海战与阿尔西比亚德斯被解职

安提奥科斯因挑衅而在诺提翁海战中败于吕珊德罗斯,雅典国内因而罢免阿尔西比亚德斯并另选十位将军。科农前往萨摩斯整顿舰队,而在西西里,迦太基军攻陷了阿克拉加斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.12

ὁ δὲ Ἀντίοχος τῇ τε αὑτοῦ νηὶ καὶ ἄλλῃ ἐκ Νοτίου εἰς τὸν λιμένα τῶν Ἐφεσίων εἰσπλεύσας παρʼ αὐτὰς τὰς πρῴρας τῶν Λυσάνδρου νεῶν παρέπλει.

然而安提奥科斯率领自己的战船和另一艘船从诺提翁驶入以弗所人的海港,紧贴着吕珊德罗斯船只的船头驶过。

§1.5.13

ὁ δὲ Λύσανδρος τὸ μὲν πρῶτον ὀλίγας τῶν νεῶν καθελκύσας ἐδίωκεν αὐτόν, ἐπεὶ δὲ οἱ Ἀθηναῖοι τῷ Ἀντιόχῳ ἐβοήθουν πλείοσι ναυσί, τότε δὴ καὶ πάσας συντάξας ἐπέπλει. μετὰ δὲ ταῦτα καὶ οἱ Ἀθηναῖοι ἐκ τοῦ Νοτίου καθελκύσαντες τὰς λοιπὰς τριήρεις ἀνήχθησαν, ὡς ἕκαστος ἤνοιξεν.1

吕珊德罗斯起初仅放下几艘船实施追击,但当雅典人派出更多战船来支援安提奥科斯时,他便将所有战船排成阵列全军出击。此后,雅典人也从诺提翁放下其余的三列桨座战船,各船一出港便相继驶向外海。

§1.5.14

ἐκ τούτου δʼ ἐναυμάχησαν οἱ μὲν ἐν τάξει, οἱ δὲ Ἀθηναῖοι διεσπαρμέναις ταῖς ναυσί, μέχρι οὗ ἔφυγον ἀπολέσαντες πεντεκαίδεκα τριήρεις. τῶν δὲ ἀνδρῶν οἱ μὲν πλεῖστοι ἐξέφυγον, οἱ δʼ ἐζωγρήθησαν. Λύσανδρος δὲ τάς τε ναῦς ἀναλαβὼν καὶ τροπαῖον στήσας ἐπὶ τοῦ Νοτίου διέπλευσεν εἰς Ἔφεσον, οἱ δʼ Ἀθηναῖοι εἰς Σάμον.

于是双方交战,一方列阵齐整,而雅典方面的船只则四散凌乱,直到雅典人损失了十五艘战船后溃逃。船员中绝大多数得以逃脱,但也有部分被生俘。吕珊德罗斯拖带俘获的船只并在诺提翁立起战利品纪念碑后,驶往以弗所,而雅典人则退往萨摩斯。

§1.5.15

μετὰ δὲ ταῦτα Ἀλκιβιάδης ἐλθὼν εἰς Σάμον ἀνήχθη ταῖς ναυσὶν ἁπάσαις ἐπὶ τὸν λιμένα τῶν Ἐφεσίων, καὶ πρὸ τοῦ στόματος παρέταξεν, εἴ τις βούλοιτο ναυμαχεῖν. ἐπειδὴ δὲ Λύσανδρος οὐκ ἀντανήγαγε διὰ τὸ πολλαῖς ναυσὶν ἐλαττοῦσθαι, ἀπέπλευσεν εἰς Σάμον. Λακεδαιμόνιοι δὲ ὀλίγῳ ὕστερον αἱροῦσι Δελφίνιον καὶ Ἠιόνα.

此后,阿尔西比亚德斯来到萨摩斯,率全军舰只驶向以弗所人的海港,在港口前摆开阵势,看是否有人愿出来交战。但吕珊德罗斯因船数明显居于劣势而没有出海迎战,阿尔西比亚德斯遂撤回萨摩斯。不久之后,拉刻代蒙人攻占了德尔菲尼翁和埃伊翁。

§1.5.16

οἱ δὲ ἐν οἴκῳ Ἀθηναῖοι, ἐπειδὴ ἠγγέλθη ἡ ναυμαχία, χαλεπῶς εἶχον τῷ Ἀλκιβιάδῃ, οἰόμενοι διʼ ἀμέλειάν τε καὶ ἀκράτειαν ἀπολωλεκέναι τὰς ναῦς, καὶ στρατηγοὺς εἵλοντο ἄλλους δέκα, Κόνωνα, Διομέδοντα, Λέοντα, Περικλέα, Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θράσυλλον, Ἀριστογένην.

国内的雅典人得知海战的消息后,对阿尔西比亚德斯极为愤慨,认为他是由于怠忽职守和放荡不羁而丧失了舰队,于是另选了十位将军:科农、狄奥墨冬、利昂、伯里克利、埃拉西尼得斯、阿里斯托克拉特斯、阿尔刻斯特拉托斯、普罗托马科斯、色拉叙洛斯、阿里斯托革涅斯。

§1.5.17

Ἀλκιβιάδης μὲν οὖν πονηρῶς καὶ ἐν τῇ στρατιᾷ φερόμενος,2 λαβὼν τριήρη μίαν ἀπέπλευσεν εἰς Χερρόνησον εἰς τὰ ἑαυτοῦ τείχη.

阿尔西比亚德斯因在军队中亦声名狼藉,便乘着一艘战船驶往切尔索内斯自己的要塞。

§1.5.18

μετὰ δὲ ταῦτα Κόνων ἐκ τῆς Ἄνδρου σὺν αἷς εἶχε ναυσὶν εἴκοσιν ψηφισαμένων Ἀθηναίων εἰς Σάμον ἔπλευσεν ἐπὶ τὸ ναυτικόν. ἀντὶ δὲ Κόνωνος εἰς Ἄνδρον ἔπεμψαν Φανοσθένην, τέτταρας ναῦς ἔχοντα.

此后,雅典人通过决议,科农遂率领自己原本指挥的二十艘战船从安德罗斯驶往萨摩斯统领舰队。雅典人则派法诺斯忒涅斯率四艘船前往安德罗斯接替科农。

§1.5.19

οὗτος περιτυχὼν δυοῖν τριήροιν Θουρίαιν ἔλαβεν αὐτοῖς ἀνδράσι· καὶ τοὺς μὲν αἰχμαλώτους ἅπαντας ἔδησαν Ἀθηναῖοι, τὸν δὲ ἄρχοντα αὐτῶν Δωριέα, ὄντα μὲν Ῥόδιον, πάλαι δὲ φυγάδα ἐξ Ἀθηνῶν καὶ Ῥόδου ὑπὸ Ἀθηναίων κατεψηφισμένων αὐτοῦ θάνατον καὶ τῶν ἐκείνου συγγενῶν,3 πολιτεύοντα παρʼ αὐτοῖς, ἐλεήσαντες ἀφεῖσαν οὐδὲ χρήματα πραξάμενοι.

法诺斯忒涅斯途中遭遇两艘图里翁的三列桨座战船,将其连同船员一并俘获;雅典人将全部俘虏监禁,但对其指挥官多里厄斯——他本是罗得岛人,但早已从雅典和罗得岛被流放,雅典人曾判处他及其亲属死刑,而如今他在图里翁人中享有公民权——深表怜悯,未索取赎金便将其释放。

§1.5.20

Κόνων δʼ ἐπεὶ εἰς τὴν Σάμον ἀφίκετο καὶ τὸ ναυτικὸν κατέλαβεν ἀθύμως ἔχον, συμπληρώσας τριήρεις ἑβδομήκοντα ἀντὶ τῶν προτέρων, οὐσῶν πλέον ἢ ἑκατόν, καὶ ταύταις ἀναγαγόμενος μετὰ τῶν ἄλλων στρατηγῶν, ἄλλοτε ἄλλῃ ἀποβαίνων τῆς τῶν πολεμίων χώρας ἐλῄζετο.

科农抵达萨摩斯后,发现舰队士气低落,便满员配备了七十艘三列桨座战船,以代替先前的一百余艘;他与其他将军率领这些战船出航,时常在敌方领土的不同地点登陆掳掠。

§1.5.21

καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ Καρχηδόνιοι εἰς Σικελίαν στρατεύσαντες εἴκοσι καὶ ἑκατὸν τριήρεσι καὶ πεζῆς στρατιᾶς δώδεκα μυριάσιν εἷλον Ἀκράγαντα λιμῷ, μάχῃ μὲν ἡττηθέντες, προσκαθεζόμενοι δὲ ἑπτὰ μῆνας.

这一年就此结束,在这一年里,迦太基人率一百二十艘三列桨座战船和十二万步兵远征西西里,虽在交战中失利,但通过长达七个月的围困,以饥荒迫使阿克拉加斯陷落。

语法注3 条
  1. 1.5.13ὡς ἕκαστος ἤνοιξεν

    动词 ἀνοίγνυμι(或 ἀνοίγω)在此作航海术语的不及物用法,意为“驶向开阔海域”或“出港驶向外海”。与 ὡς 连用,表示“各船一驶出海面便……”或“按照各船能够出海的先后次序”。

  2. 1.5.17πονηρῶς καὶ ἐν τῇ στρατιᾷ φερόμενος

    中被动态 φέρομαι 与副词(如 πονηρῶς)连用是一种习语表达,意为“享有(恶劣的)声誉”或“受到不良评价”。连词 καί 起强调作用,指其不仅在母邦国内,甚至“在军队之中也”声名扫地。

  3. 1.5.19ὑπὸ Ἀθηναίων κατεψηφισμένων αὐτοῦ θάνατον καὶ τῶν ἐκείνου συγγενῶν

    分词 κατεψηφισμένων 是异态动词 καταψηφίζομαι(判处……罪刑)的完成时,作修饰介词 ὑπό 后属格 Ἀθηναίων 的一致分词。该动词要求被判刑者的属格(αὐτοῦ ... καὶ τῶν ἐκείνου συγγενῶν)以及刑罚的宾格(θάνατον),构成了双重格支配结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.5.12-1.5.21