- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.5.1-1.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉刻代蒙派遣吕珊德罗斯出任舰队统帅,他在萨狄斯会见小居鲁士王子,并成功争取到增加水兵军饷。与此同时,阿尔西比亚德斯前往福西亚支援,留命舵手安提奥科斯不可进攻吕珊德罗斯的舰队。
οἱ δὲ Λακεδαιμόνιοι πρότερον τούτων οὐ πολλῷ χρόνῳ Κρατησιππίδᾳ τῆς ναυαρχίας παρεληλυθυίας1 Λύσανδρον ἐξέπεμψαν ναύαρχον. ὁ δὲ ἀφικόμενος εἰς Ῥόδον καὶ ναῦς ἐκεῖθεν λαβών, εἰς Κῶ καὶ Μίλητον ἔπλευσεν, ἐκεῖθεν δʼ εἰς Ἔφεσον, καὶ ἐκεῖ ἔμεινε ναῦς ἔχων ἑβδομήκοντα μέχρι οὗ Κῦρος εἰς Σάρδεις ἀφίκετο.
在此之前不久,因克拉特西庇达斯的舰队统帅任期届满,拉刻代蒙人派遣吕珊德罗斯担任舰队统帅。他抵达罗得岛并从那里补充了船只后,驶往科斯岛和米利都,再从那里前往以弗所,并在该地率七十艘船驻扎,直到居鲁士抵达萨狄斯。
ἐπεὶ δʼ ἧκεν, ἀνέβη πρὸς αὐτὸν σὺν τοῖς ἐκ Λακεδαίμονος πρέσβεσιν. ἐνταῦθα δὴ κατά τε τοῦ Τισσαφέρνους ἔλεγον ἃ πεποιηκὼς εἴη, αὐτοῦ τε Κύρου ἐδέοντο ὡς προθυμοτάτου πρὸς τὸν πόλεμον γενέσθαι.
当居鲁士抵达时,吕珊德罗斯便与来自拉刻代蒙的使节一同前往晋见他。他们在那里控诉了提萨斐尼所做的事,并请求居鲁士本人对战事务必尽最大之热诚。
Κῦρος δὲ τόν τε πατέρα ἔφη ταῦτα ἐπεσταλκέναι καὶ αὐτὸς οὐκ ἄλλʼ ἐγνωκέναι, ἀλλὰ πάντα ποιήσειν· ἔχων δὲ ἥκειν τάλαντα πεντακόσια· ἐὰν δὲ ταῦτα ἐπιλίπῃ, τοῖς ἰδίοις χρήσεσθαι ἔφη, ἃ ὁ πατὴρ αὐτῷ ἔδωκεν· ἐὰν δὲ καὶ ταῦτα, καὶ τὸν θρόνον κατακόψειν ἐφʼ οὗ ἐκάθητο, ὄντα ἀργυροῦν καὶ χρυσοῦν.
居鲁士回答说,他的父亲已经如此嘱咐,他自己也没有其他打算,必将全力以赴;他说自己带来了五百塔兰同,如果这笔款项用尽,他将动用父亲赐予他的一己私财,而倘若连这些也耗尽,他甚至要把自己坐着的金银宝座拆毁花掉。
οἱ δὲ ταῦτά τε ἐπῄνουν καὶ ἐκέλευον αὐτὸν τάξαι τῷ ναύτῃ δραχμὴν Ἀττικήν, διδάσκοντες ὅτι, ἂν οὗτος ὁ μισθὸς γένηται, οἱ τῶν Ἀθηναίων ναῦται ἀπολείψουσι τὰς ναῦς, καὶ μείω χρήματα ἀναλώσει.
他们赞扬了这番话,并要求他规定给每个水兵一阿提卡德拉克马的军饷,向他指出:如果定下这样的饷金,雅典的水兵便会离开战船,他最终花费的金钱反而更少。
ὁ δὲ καλῶς μὲν ἔφη αὐτοὺς λέγειν, οὐ δυνατὸν δʼ εἶναι παρʼ ἃ βασιλεὺς ἐπέστειλεν αὐτῷ ἄλλα ποιεῖν. εἶναι δὲ καὶ τὰς συνθήκας οὕτως ἐχούσας, τριάκοντα μνᾶς ἑκάστῃ νηὶ τοῦ μηνὸς διδόναι, ὁπόσας ἂν βούλωνται τρέφειν Λακεδαιμόνιοι.
居鲁士则表示他们说得固然有理,但他不可能违背国王向他发出的指令另行其事。他还指出,条约中亦是如此规定的:拉刻代蒙人愿意维持多少艘战船,就为每艘战船每月发给三十明那。
ὁ δὲ Λύσανδρος τότε μὲν ἐσιώπησε· μετὰ δὲ τὸ δεῖπνον, ἐπεὶ αὐτῷ προπιὼν ὁ Κῦρος ἤρετο τί ἂν μάλιστα χαρίζοιτο ποιῶν, εἶπεν ὅτι Εἰ πρὸς τὸν μισθὸν ἑκάστῳ ναύτῃ ὀβολὸν προσθείης.2
吕珊德罗斯当时保持了沉默;但在晚宴之后,居鲁士向他敬酒并询问做什么最能令他欢心时,吕珊德罗斯回答说:“如果您能给每个水兵的军饷增加一个奥波尔。”
ἐκ δὲ τούτου τέτταρες ὀβολοὶ ἦν ὁ μισθός, πρότερον δὲ τριώβολον. καὶ τόν τε προοφειλόμενον ἀπέδωκε καὶ ἔτι μηνὸς προέδωκεν, ὥστε τὸ στράτευμα πολὺ προθυμότερον εἶναι.
自此,薪饷变成了四个奥波尔,而此前是三个奥波尔。居鲁士不仅补发了拖欠的军饷,还预付了一个月的薪水,使得整支军队士气大振。
οἱ δὲ Ἀθηναῖοι ἀκούοντες ταῦτα ἀθύμως μὲν εἶχον, ἔπεμπον δὲ πρὸς τὸν Κῦρον πρέσβεις διὰ Τισσαφέρνους.
雅典人听到这一消息后十分沮丧,但仍通过提萨斐尼向居鲁士派遣使节。
ὁ δὲ οὐ προσεδέχετο, δεομένου Τισσαφέρνους καὶ λέγοντος, ἅπερ αὐτὸς ἐποίει πεισθεὶς ὑπʼ Ἀλκιβιάδου, σκοπεῖν ὅπως τῶν Ἑλλήνων μηδὲ οἵτινες ἰσχυροὶ ὦσιν,3 ἀλλὰ πάντες ἀσθενεῖς, αὐτοὶ ἐν αὑτοῖς στασιάζοντες.
然而,尽管提萨斐尼恳求并规劝——正如提萨斐尼本人听从阿尔西比亚德斯的劝说所做的那样,力主设法使希腊人中没有任何一方强大,而是通过内部纷争让所有人皆陷于衰弱——居鲁士却拒绝接见他们。
καὶ ὁ μὲν Λύσανδρος, ἐπεὶ αὐτῷ τὸ ναυτικὸν συνετέτακτο, ἀνελκύσας τὰς ἐν τῇ Ἐφέσῳ οὔσας ναῦς ἐνενήκοντα ἡσυχίαν ἦγεν, ἐπισκευάζων καὶ ἀναψύχων αὐτάς.
吕珊德罗斯在舰队整顿就绪后,将停泊在以弗所的九十艘船拖上岸,在休整中对船只进行检修和晾干。
Ἀλκιβιάδης δὲ ἀκούσας Θρασύβουλον ἔξω Ἑλλησπόντου ἥκοντα τειχίζειν Φώκαιαν διέπλευσε πρὸς αὐτόν, καταλιπὼν ἐπὶ ταῖς ναυσὶν Ἀντίοχον τὸν αὑτοῦ κυβερνήτην, ἐπιστείλας μὴ ἐπιπλεῖν ἐπὶ τὰς Λυσάνδρου ναῦς.
而阿尔西比亚德斯听说色拉西布洛斯已驶出赫勒斯滂并在给福西亚修筑城墙,便起航前往他那里,将舰队托付给自己的舵手安提奥科斯指挥,并严令其不得向吕珊德罗斯的船只出击。
- 1.5.1Κρατησιππίδᾳ τῆς ναυαρχίας παρεληλυθυίας
属格独立结构 τῆς ναυαρχίας παρεληλυθυίας(统帅任期届满)与与格名词 Κρατησιππίδᾳ(对克拉特西庇达斯而言)结合,充当关涉与格(dative of reference),表达“当克拉特西庇达斯的舰队统帅任期届满之际”。
- 1.5.6ὅτι Εἰ πρὸς τὸν μισθὸν ἑκάστῳ ναύτῃ ὀβολὸν προσθείης
引述从属连词 ὅτι 之后直接出现了缺乏后承句的条件句前件(εἰ 搭配祈愿语气)。这是对前文提问 τί ἂν μάλιστα χαρίζοιτο ποιῶν(做什么最能令他欢心)的省略性回应结构,意即“[如果您能增加……,这便最使我欢喜]”。
- 1.5.9σκοπεῖν ὅπως τῶν Ἑλλήνων μηδὲ οἵτινες ἰσχυροὶ ὦσιν
不定式 σκοπεῖν 承接分词 λέγοντος,构成表达劝告或命令的间接引语。在 ὅπως 引导的从句中,μηδὲ οἵτινες 起到强调的全称否定主语作用(“绝不让希腊人中的任何人……”),并与虚拟语气 ὦσιν 连用构成顾虑或努力句。
