← 色诺芬

希腊史

§1.4.13-1.4.23

阿尔西比亚德斯当选全权统帅与出征安德罗斯

阿尔西比亚德斯返回雅典,在市民或赞或毁的议论声中被任命为全权统帅,护送秘仪陆路游行,随后出征安德罗斯岛并进驻萨摩斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.13

καταπλέοντος δʼ αὐτοῦ ὅ τε ἐκ τοῦ Πειραιῶς καὶ ὁ ἐκ τοῦ ἄστεως ὄχλος ἡθροίσθη πρὸς τὰς ναῦς, θαυμάζοντες καὶ ἰδεῖν βουλόμενοι τὸν Ἀλκιβιάδην, λέγοντες οἱ μὲν ὡς κράτιστος εἴη τῶν πολιτῶν καὶ μόνος οὐ δικαίως φύγοι, ἐπιβουλευθεὶς δὲ ὑπὸ τῶν ἔλαττον ἐκείνου δυναμένων μοχθηρότερά τε λεγόντων καὶ πρὸς τὸ αὑτῶν ἴδιον κέρδος πολιτευόντων, ἐκείνου ἀεὶ τὸ κοινὸν αὔξοντος καὶ ἀπὸ τῶν αὑτοῦ καὶ ἀπὸ τοῦ τῆς πόλεως δυνατοῦ·

当他进港时,无论来自比雷埃夫斯还是来自内城的群众都聚集在船只周围,惊叹着并渴望见到阿尔西比亚德斯。有人说,他是公民中最优秀者,是唯一遭不公正流放的人;他遭到那些权势不及他、言辞更卑劣且为了一己私利而从政的人的暗算,而他本人无论凭自己的资财还是凭城邦的力量,始终在增进公众的利益。

§1.4.14

ἐθέλοντος δὲ τότε κρίνεσθαι παραχρῆμα τῆς αἰτίας ἄρτι γεγενημένης ὡς ἠσεβηκότος εἰς τὰ μυστήρια, ὑπερβαλλόμενοι οἱ ἐχθροὶ τὰ δοκοῦντα δίκαια εἶναι ἀπόντα αὐτὸν ἐστέρησαν τῆς πατρίδος·

他们还说,当被控冒犯秘仪的罪名刚刚提出时,他本希望立即受审,他的政敌们却推迟了被公认为正当的程序,趁他不在国内时剥夺了他的祖国。

§1.4.15

ἐν ᾧ χρόνῳ ὑπὸ ἀμηχανίας δουλεύων ἠναγκάσθη μὲν θεραπεύειν τοὺς ἐχθίστους, κινδυνεύων ἀεὶ παρʼ ἑκάστην ἡμέραν ἀπολέσθαι· τοὺς δὲ οἰκειοτάτους πολίτας τε καὶ συγγενεῖς καὶ τὴν πόλιν ἅπασαν ὁρῶν ἐξαμαρτάνουσαν, οὐκ εἶχεν ὅπως ὠφελοίη φυγῇ ἀπειργόμενος·

在那段时期,他因走投无路而屈为人奴,被迫奉承最痛恨的敌人,每日都冒着丧命的危险;他虽眼睁睁看着最亲近的同胞、亲族以及整个城邦不断犯错,却因流亡在外而无法提供任何救助。

§1.4.16

οὐκ ἔφασαν δὲ τῶν οἵωνπερ αὐτὸς ὄντων εἶναι καινῶν δεῖσθαι πραγμάτων1 οὐδὲ μεταστάσεως· ὑπάρχειν γὰρ ἐκ τοῦ δήμου αὐτῷ μὲν τῶν τε ἡλικιωτῶν πλέον ἔχειν τῶν τε πρεσβυτέρων μὴ ἐλαττοῦσθαι, τοῖς δʼ αὐτοῦ ἐχθροῖς τοιούτοις δοκεῖν εἶναι οἵοισπερ πρότερον, ὕστερον δὲ δυνασθεῖσιν ἀπολλύναι τοὺς βελτίστους, αὐτοὺς δὲ μόνους λειφθέντας διʼ αὐτὸ τοῦτο ἀγαπᾶσθαι ὑπὸ τῶν πολιτῶν ὅτι ἑτέροις βελτίοσιν οὐκ εἶχον χρῆσθαι·

他们还声称,像他这样的人绝不会渴求叛乱或政体更迭;因为在民主制下,他既能比同辈人占据更大优势,又不会逊色于长辈,而他的政敌们显得仍是与先前一样的人,后来得势之后却诛灭贤良,他们自己作为仅存之人,之所以受到公民的爱戴,纯粹是因为城邦没有其他更优秀的人可用。

§1.4.17

οἱ δέ, ὅτι τῶν παροιχομένων αὐτοῖς κακῶν μόνος αἴτιος εἴη, τῶν τε φοβερῶν ὄντων τῇ πόλει γενέσθαι μόνος κινδυνεύσαι ἡγεμὼν καταστῆναι.2

然而另一部分人则指出,他是公民们过去所遭受之灾难的唯一祸首,也是唯一可能成为城邦将要面临的可怕局面的祸端之人。

§1.4.18

Ἀλκιβιάδης δὲ πρὸς τὴν γῆν ὁρμισθεὶς ἀπέβαινε μὲν οὐκ εὐθύς, φοβούμενος τοὺς ἐχθρούς· ἐπαναστὰς δὲ ἐπὶ τοῦ καταστρώματος ἐσκόπει τοὺς αὑτοῦ ἐπιτηδείους, εἰ παρείησαν.

阿尔西比亚德斯将船泊于岸边,由于惧怕政敌,并未立即登岸;他站在甲板上四下张望,看自己的亲信是否在场。

§1.4.19

κατιδὼν δὲ Εὐρυπτόλεμον τὸν Πεισιάνακτος, αὑτοῦ δὲ ἀνεψιόν, καὶ τοὺς ἄλλους οἰκείους καὶ τοὺς φίλους μετʼ αὐτῶν, τότε ἀποβὰς ἀναβαίνει εἰς τὴν πόλιν μετὰ τῶν παρεσκευασμένων, εἴ τις ἅπτοιτο, μὴ ἐπιτρέπειν.

当他看到佩西阿那克斯之子、自己的表兄欧律普托勒摩斯,以及其他亲属和同行的朋友们时,这才下船,与那些做好准备、若有人敢动手便绝不放过的人一同走入城内。

§1.4.20

ἐν δὲ τῇ βουλῇ καὶ τῇ ἐκκλησίᾳ ἀπολογησάμενος ὡς οὐκ ἠσεβήκει, εἰπὼν δὲ ὡς ἠδίκηται, λεχθέντων δὲ καὶ ἄλλων τοιούτων καὶ οὐδενὸς ἀντειπόντος διὰ τὸ μὴ ἀνασχέσθαι ἂν τὴν ἐκκλησίαν,3 ἀναρρηθεὶς ἁπάντων ἡγεμὼν αὐτοκράτωρ, ὡς οἷός τε ὢν σῶσαι τὴν προτέραν τῆς πόλεως δύναμιν, πρότερον μὲν τὰ μυστήρια τῶν Ἀθηναίων κατὰ θάλατταν ἀγόντων διὰ τὸν πόλεμον, κατὰ γῆν ἐποίησεν ἐξαγαγὼν τοὺς στρατιώτας ἅπαντας·

他在议事会和公民大会上为自己申辩未犯不敬之罪,并陈述自己遭受了不公正对待;其他人亦发表了类似的言论,且因公民大会绝不会容忍异议,无一人起而反驳。于是他被宣布为拥有全权的最高统帅,被认为有能力恢复城邦昔日的强盛;先前雅典人因战争而只能经由海路举行秘仪,此时他率领全体士兵出动,改为经由陆路举行。

§1.4.21

μετὰ δὲ ταῦτα κατελέξατο στρατιάν, ὁπλίτας μὲν πεντακοσίους καὶ χιλίους, ἱππέας δὲ πεντήκοντα καὶ ἑκατόν, ναῦς δʼ ἑκατόν. καὶ μετὰ τὸν κατάπλουν τρίτῳ μηνὶ ἀνήχθη ἐπʼ Ἄνδρον ἀφεστηκυῖαν τῶν Ἀθηναίων, καὶ μετʼ αὐτοῦ Ἀριστοκράτης καὶ Ἀδείμαντος ὁ Λευκολοφίδου συνεπέμφθησαν ᾑρημένοι κατὰ γῆν στρατηγοί.

此后,他招募了一支军队,计有一千五百名重装步兵、一百五十名骑兵和一百艘战船。在归国后的第三个月,他起航出征已背叛雅典的安德罗斯岛;与他同行的还有被选任为陆军将领的阿里斯托克拉特斯和莱科洛菲德斯之子阿德曼托斯。

§1.4.22

Ἀλκιβιάδης δὲ τὸ στράτευμα ἀπεβίβασε τῆς Ἀνδρίας χώρας εἰς Γαύριον· ἐκβοηθήσαντας δὲ τοὺς Ἀνδρίους ἐτρέψαντο καὶ κατέκλεισαν εἰς τὴν πόλιν καί τινας ἀπέκτειναν οὐ πολλούς, καὶ τοὺς Λάκωνας οἳ αὐτόθι ἦσαν.

阿尔西比亚德斯在安德罗斯领内的戈里翁登陆部队;〔雅典人〕击溃了出兵抵御的安德罗斯人,将其封锁在城内,并杀死了其中不算多的几个人以及在当地的拉科尼亚人。

§1.4.23

Ἀλκιβιάδης δὲ τροπαῖόν τε ἔστησε καὶ μείνας αὐτοῦ ὀλίγας ἡμέρας ἔπλευσεν εἰς Σάμον, κἀκεῖθεν ὁρμώμενος ἐπολέμει.

阿尔西比亚德斯竖立了凯旋碑,在当地驻留数日后便驶往萨摩斯,以此为基地继续作战。

语法注3 条
  1. 1.4.16τῶν οἵωνπερ αὐτὸς ὄντων εἶναι καινῶν δεῖσθαι πραγμάτων

    τῶν οἵωνπερ αὐτὸς ὄντων εἶναι 属于表示特征或属性的属格谓语结构(“属于……这样的人的特征/理应如此”),充当不定式 δεῖσθαι 的逻辑谓语。关系代词 οἵωνπερ 因受先行词(τοιούτων)格位的影响,与属格分词 ὄντων 保持一致,属于吸引现象(attraction)。

  2. 1.4.17τῶν τε φοβερῶν ὄντων τῇ πόλει γενέσθαι μόνος κινδυνεύσαι ἡγεμὼν καταστῆναι

    κινδυνεύσαι 为间接引语中的祈愿语气。属格短语 τῶν φοβερῶν ὄντων τῇ πόλει γενέσθαι 修饰 ἡγεμών(“城邦将要面临的可怕局面的首恶/元凶”),作宾格性属格或限定属格。

  3. 1.4.20διὰ τὸ μὴ ἀνασχέσθαι ἂν τὴν ἐκκλησίαν

    介词 διά 接带有冠词的不定式 τὸ ἀνασχέσθαι,并带有小词 ἄν。这是直陈式过去时+ἄν(与过去事实相反)或祈愿语气+ἄν(潜势)转为不定式结构的用法,意为“因为公民大会绝不可能容忍(异议)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.4.13-1.4.23