← 色诺芬

希腊史

§1.4.1-1.4.12

小居鲁士执掌小亚细亚与阿尔西比亚德斯归国

小居鲁士携大王全力支持之命进驻小亚细亚并扣留雅典使节;阿尔西比亚德斯在筹集资金并重新夺取多地后,于洁衣节当天正式返回雅典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

Φαρνάβαζος δὲ καὶ οἱ πρέσβεις τῆς Φρυγίας ἐν Γορδείῳ ὄντες τὸν χειμῶνα τὰ περὶ τὸ Βυζάντιον πεπραγμένα ἤκουσαν.

法尔纳巴佐斯与使节们在弗里吉亚的戈尔迪翁度冬时,获悉了拜占庭所发生的一切。

§1.4.2

ἀρχομένου δὲ τοῦ ἔαρος πορευομένοις αὐτοῖς παρὰ βασιλέα ἀπήντησαν καταβαίνοντες οἵ τε Λακεδαιμονίων πρέσβεις Βοιώτιος καὶ οἱ μετʼ αὐτοῦ καὶ οἱ ἄλλοι ἄγγελοι, καὶ ἔλεγον ὅτι Λακεδαιμόνιοι ὧν δέονται πάντων πεπραγότες εἶεν1 παρὰ βασιλέως, καὶ Κῦρος, ἄρξων πάντων τῶν ἐπὶ θαλάττῃ καὶ συμπολεμήσων Λακεδαιμονίοις, ἐπιστολήν τε ἔφερε τοῖς κάτω πᾶσι τὸ βασίλειον σφράγισμα ἔχουσαν, ἐν ᾗ ἐνῆν καὶ τάδε· Καταπέμπω Κῦρον κάρανον τῶν εἰς Καστωλὸν ἁθροιζομένων. τὸ δὲ κάρανον ἔστι κύριον.

春初,当他们前往国王处的途中,遇到了自内陆下行的拉刻代蒙使节博俄提奥斯一行人及其他使者;这些人声称拉刻代蒙人已从国王那里得到了他们所要求的一切,并且小居鲁士即将前来统领整个沿海地区并与拉刻代蒙人共同作战,他还随身携带着一封盖有国王印玺致沿海所有官吏的诏书,其中还写道:“朕降任居鲁士为在卡斯托洛斯集结之诸军的统帅(卡拉诺斯)。”所谓的“卡拉诺斯”即“拥有全权者”之意。

§1.4.4

ταῦτʼ οὖν ἀκούοντες οἱ τῶν Ἀθηναίων πρέσβεις, καὶ ἐπειδὴ Κῦρον εἶδον, ἐβούλοντο μὲν μάλιστα παρὰ βασιλέα ἀναβῆναι, εἰ δὲ μή, οἴκαδε ἀπελθεῖν.

雅典使节们听闻此事,又见到了居鲁士,便最希望能够面见国王,若不可得,则希望返回故土。

§1.4.5

Κῦρος δὲ Φαρναβάζῳ εἶπεν ἢ παραδοῦναι τοὺς πρέσβεις ἑαυτῷ ἢ μὴ οἴκαδέ πω ἀποπέμψαι, βουλόμενος τοὺς Ἀθηναίους μὴ εἰδέναι τὰ πραττόμενα.

然而居鲁士要求法尔纳巴佐斯要么将使节们交给自己,要么暂时不要放他们回国,因为他不希望雅典人得知正在发生的事情。

§1.4.6

Φαρνάβαζος δὲ τέως μὲν κατεῖχε τοὺς πρέσβεις, φάσκων τοτὲ μὲν ἀνάξειν αὐτοὺς παρὰ βασιλέα, τοτὲ δὲ οἴκαδε ἀποπέμψειν, ὡς μηδὲν μέμψησθε·2 ἐπειδὴ δὲ ἐνιαυτοὶ ἦσαν τρεῖς, ἐδεήθη τοῦ Κύρου ἀφεῖναι αὐτούς, φάσκων ὀμωμοκέναι καὶ ἀπάξειν ἐπὶ θάλατταν, ἐπειδὴ οὐ παρὰ βασιλέα. πέμψαντες δὲ Ἀριοβαρζάνει παρακομίσαι αὐτοὺς ἐκέλευον· ὁ δὲ ἀπήγαγεν εἰς Κίον τῆς Μυσίας, ὅθεν πρὸς τὸ ἄλλο στρατόπεδον ἀπέπλευσαν.

于是法尔纳巴佐斯暂时扣留了使节们,有时借口说将带他们去见国王,有时又说将送他们回国,以免他们心怀怨恨;但过了三年之后,法尔纳巴佐斯请求居鲁士释放他们,声称自己曾发誓既然不带他们去见国王,就必定将他们送回海边。他们便遣人命阿里奥巴尔扎内斯护送使节;阿里奥巴尔扎内斯将他们带到密细亚的基俄斯,使节们遂从那里启航前往己方其余军队的驻地。

§1.4.8

Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν οἴκαδε, ἀνήχθη εὐθὺς ἐπὶ Σάμου· ἐκεῖθεν δὲ λαβὼν τῶν νεῶν εἴκοσιν ἔπλευσε τῆς Καρίας εἰς τὸν Κεραμικὸν κόλπον.

与此同时,阿尔西比亚德斯希望率士兵归国,便立即起航前往萨摩斯;从那里带走二十艘战船,驶往卡利亚的克拉米科斯湾。

§1.4.9

ἐκεῖθεν δὲ συλλέξας ἑκατὸν τάλαντα ἧκεν εἰς τὴν Σάμον. Θρασύβουλος δὲ σὺν τριάκοντα ναυσὶν ἐπὶ Θρᾴκης ᾤχετο, ἐκεῖ δὲ τά τε ἄλλα χωρία τὰ πρὸς Λακεδαιμονίους μεθεστηκότα κατεστρέψατο καὶ Θάσον, ἔχουσαν κακῶς ὑπό τε τῶν πολέμων καὶ στάσεων καὶ λιμοῦ.

他在那里筹集了一百塔兰同后返回萨摩斯。色拉西布洛斯则率领三十艘战船前往色雷斯沿海,在那里不仅平定了转投拉刻代蒙的其他据点,还平定了因战事、党争与饥荒而困顿不堪的萨索斯。

§1.4.10

Θράσυλλος δὲ σὺν τῇ ἄλλῃ στρατιᾷ εἰς Ἀθήνας κατέπλευσε· πρὶν δὲ ἥκειν αὐτὸν οἱ Ἀθηναῖοι στρατηγοὺς εἵλοντο Ἀλκιβιάδην μὲν φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον ἐκ τῶν οἴκοθεν.

色拉叙洛斯则率领其余部队驶往雅典;在他抵达之前,雅典人已选任尚在流亡中的阿尔西比亚德斯和不在国内的色拉西布洛斯为将军,并从国内的人中选出科农为第三名将军。

§1.4.11

Ἀλκιβιάδης δὲ ἐκ τῆς Σάμου ἔχων τὰ χρήματα κατέπλευσεν εἰς Πάρον ναυσὶν εἴκοσιν, ἐκεῖθεν δʼ ἀνήχθη εὐθὺ Γυθείου ἐπὶ κατασκοπὴν τῶν τριήρων, ἃς ἐπυνθάνετο Λακεδαιμονίους αὐτόθι παρασκευάζειν τριάκοντα, καὶ τοῦ οἴκαδε κατάπλου ὅπως ἡ πόλις πρὸς αὐτὸν ἔχοι.3

阿尔西比亚德斯带着这笔资金自萨摩斯率二十艘战船驶入帕罗斯,随后径直驶往吉提翁,一方面侦察拉刻代蒙人据传正在当地筹备的三十艘三层桨战船,另一方面探寻城邦对自己返乡一事态度如何。

§1.4.12

ἐπεὶ δὲ ἑώρα ἑαυτῷ εὔνουν οὖσαν καὶ στρατηγὸν αὑτὸν ᾑρημένον καὶ ἰδίᾳ μεταπεμπομένους τοὺς ἐπιτηδείους, κατέπλευσεν εἰς τὸν Πειραιᾶ ἡμέρᾳ ᾗ Πλυντήρια ἦγεν ἡ πόλις, τοῦ ἕδους κατακεκαλυμμένου τῆς Ἀθηνᾶς, ὅ τινες οἰωνίζοντο ἀνεπιτήδειον εἶναι καὶ αὐτῷ καὶ τῇ πόλει. Ἀθηναίων γὰρ οὐδεὶς ἐν ταύτῃ τῇ ἡμέρᾳ οὐδενὸς σπουδαίου ἔργου τολμήσαι ἂν ἅψασθαι.

当他看到城邦对自己怀有善意,已选任他为将军,且亲友们亦私下促其归国时,他便在城邦举行洁衣节的那一天驶入了比雷埃夫斯;彼时雅典娜神像正被遮蔽,某些人认为这一巧合对于他本人和城邦皆非吉兆。因为在这一天,没有一个雅典人敢于着手做任何要紧的正事。

语法注3 条
  1. 1.4.2ὧν δέονται πάντων πεπραγότες εἶεν

    关系代词 ὧν 为受 δέονται 支配的属格,而本应作为 πεπραγότες 宾语的宾格先行词(πάντα)受关系代词 ὧν 的属格影响发生逆向同化(attractio inversa)而变为 πάντων(相当于 πάντα ὧν δέονται)。此外,πεπραγότες εἶεν 是由完成时主动分词与 εἶεν 构成的迂说法完成时祈愿语气,在间接引语(ὅτι 从句)中呼应主句的历史过去时动词 ἔλεγον。

  2. 1.4.6ὡς μηδὲν μέμψησθε

    此处出现第二人称复数虚拟语气,语法上极为特殊,反映了直接引语或说话者对使节们当面承诺的视角(“好让你们不致抱怨”)侵入间接叙述,或为第三人称复数形式(如 μέμψαιντο)的异文。语境中作为目的从句,表述使他们不致心生不满之意图。

  3. 1.4.11καὶ τοῦ οἴκαδε κατάπλου ὅπως ἡ πόλις πρὸς αὐτὸν ἔχοι

    受 ἐπὶ κατασκοπὴν 支配的属格名词短语 τοῦ οἴκαδε κατάπλου 与前方的 τῶν τριήρων 并列,并作为后接间接疑问从句 ὅπως ἡ πόλις πρὸς αὐτὸν ἔχοι 的先提成分(prolepsis),结构上意为“侦察……并探听关于归国一事,城邦对他持有何种态度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.4.1-1.4.12