- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.3.12-1.3.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔西比亚德斯与法尔纳巴佐斯互换誓约,出使波斯国王的使团启程。雅典军围攻拜占庭,并趁守将克莱阿尔科斯外出筹款筹船之际,在内应策应下攻克该城。
μετὰ ταῦτα ὤμοσεν ὁ μὲν ἐν Χρυσοπόλει οἷς Φαρνάβαζος ἔπεμψε Μιτροβάτει καὶ Ἀρνάπει, ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου1 Εὐρυπτολέμῳ καὶ Διοτίμῳ τόν τε κοινὸν ὅρκον καὶ ἰδίᾳ ἀλλήλοις πίστεις ἐποιήσαντο.
此后,〔阿尔西比亚德斯〕在克律索波利斯向法尔纳巴佐斯派遣的米特罗巴特斯和阿尔纳佩斯宣誓,〔法尔纳巴佐斯〕则在卡尔刻冬向阿尔西比亚德斯派来的欧律普托勒摩斯和迪奥提摩斯宣誓;除履行公开誓约外,他们私下亦互结信义。
Φαρνάβαζος μὲν οὖν εὐθὺς ἀπῄει, καὶ τοὺς παρὰ βασιλέα πορευομένους πρέσβεις ἀπαντᾶν ἐκέλευσεν εἰς Κύζικον. ἐπέμφθησαν δὲ Ἀθηναίων μὲν Δωρόθεος, Φιλοκύδης, Θεογένης, Εὐρυπτόλεμος, Μαντίθεος, σὺν δὲ τούτοις Ἀργεῖοι Κλεόστρατος, Πυρρόλοχος· ἐπορεύοντο δὲ καὶ Λακεδαιμονίων πρέσβεις Πασιππίδας καὶ ἕτεροι, μετὰ δὲ τούτων καὶ Ἑρμοκράτης, ἤδη φεύγων ἐκ Συρακουσῶν, καὶ ὁ ἀδελφὸς αὐτοῦ Πρόξενος.
于是法尔纳巴佐斯随即离去,命前往国王处的使节至基齐库斯与他会合。雅典方面派出了多罗特奥斯、菲洛库得斯、特奥革涅斯、欧律普托勒摩斯和曼提特奥斯,随行的还有阿尔戈斯人克莱奥斯特拉托斯与皮罗洛科斯;拉刻代蒙使节帕西皮达斯等人亦同行,同行的还有当时已自叙拉古流亡的赫尔莫克拉特斯及其兄弟普罗克塞诺斯。
καὶ Φαρνάβαζος μὲν τούτους ἦγεν· οἱ δὲ Ἀθηναῖοι τὸ Βυζάντιον ἐπολιόρκουν περιτειχίσαντες, καὶ πρὸς τὸ τεῖχος ἀκροβολισμοὺς καὶ προσβολὰς ἐποιοῦντο.
法尔纳巴佐斯率领这些人启程;与此同时,雅典人修筑围墙包围了拜占庭,并向城墙发起小规模交火与进攻。
ἐν δὲ τῷ Βυζαντίῳ ἦν Κλέαρχος Λακεδαιμόνιος ἁρμοστὴς καὶ σὺν αὐτῷ τῶν περιοίκων τινὲς καὶ τῶν νεοδαμώδων οὐ πολλοὶ καὶ Μεγαρεῖς καὶ ἄρχων αὐτῶν Ἕλιξος Μεγαρεὺς καὶ Βοιωτοὶ καὶ τούτων ἄρχων Κοιρατάδας.
拜占庭城内有拉刻代蒙调停官克莱阿尔科斯,与他在一起的有若干边民、少数获释奴隶、墨加拉人及其统领墨加拉人赫利克苏斯,以及玻俄提亚人及其统领科伊拉塔达斯。
οἱ δʼ Ἀθηναῖοι ὡς οὐδὲν ἐδύναντο διαπράξασθαι κατʼ ἰσχύν, ἔπεισάν τινας τῶν Βυζαντίων προδοῦναι τὴν πόλιν.
雅典人见凭武力无法成事,便诱使部分拜占庭人背叛献城。
Κλέαρχος δὲ ὁ ἁρμοστὴς οἰόμενος οὐδένα ἂν τοῦτο ποιῆσαι, καταστήσας δὲ ἅπαντα ὡς ἐδύνατο κάλλιστα καὶ ἐπιτρέψας τὰ ἐν τῇ πόλει Κοιρατάδᾳ καὶ Ἑλίξῳ, διέβη παρὰ τὸν Φαρνάβαζον εἰς τὸ πέραν, μισθόν τε τοῖς στρατιώταις παρʼ αὐτοῦ ληψόμενος καὶ ναῦς συλλέξων, αἳ ἦσαν ἐν τῷ Ἑλλησπόντῳ ἄλλαι καταλελειμμέναι φρουρίδες ὑπὸ Πασιππίδου καὶ ἐν Ἀντάνδρῳ καὶ ἃς Ἀγησανδρίδας εἶχεν ἐπὶ Θρᾴκης, ἐπιβάτης ὢν Μινδάρου, καὶ ὅπως ἄλλαι ναυπηγηθείησαν, ἁθρόαι δὲ γενόμεναι πᾶσαι κακῶς τοὺς συμμάχους τῶν Ἀθηναίων ποιοῦσαι ἀποσπάσειαν τὸ στρατόπεδον2 ἀπὸ τοῦ Βυζαντίου.
调停官克莱阿尔科斯料想无人敢做此等事,便将城中一切尽可能妥善安排,把城防托付给科伊拉塔达斯和赫利克苏斯,自己渡海前往对岸的法尔纳巴佐斯处,企图向他索取士兵军饷并集结船只——包括帕西皮达斯留在赫勒斯滂的其他警备船、安坦德罗斯的船只,以及曾在敏达鲁斯麾下担任舰上士兵的阿革珊德里达斯在色雷斯沿海统率的船只——并设法建造新船,以便全军集结后打击雅典的盟邦,将敌军从拜占庭引开。
ἐπεὶ δʼ ἐξέπλευσεν ὁ Κλέαρχος, οἱ προδιδόντες τὴν πόλιν τῶν Βυζαντίων, Κύδων καὶ Ἀρίστων καὶ Ἀναξικράτης καὶ Λυκοῦργος καὶ Ἀναξίλαος (ὃς ἐπαγόμενος θανάτου3 ὕστερον ἐν Λακεδαίμονι διὰ τὴν προδοσίαν ἀπέφυγεν, ἀπολογούμενος ὅτι οὐ προδιδοίη τὴν πόλιν, ἀλλὰ σώσαι, παῖδας ὁρῶν καὶ γυναῖκας λιμῷ ἀπολλυμένους, Βυζάντιος ὢν καὶ οὐ Λακεδαιμόνιος· τὸν γὰρ ἐνόντα σῖτον Κλέαρχον τοῖς Λακεδαιμονίων στρατιώταις διδόναι· διὰ ταῦτʼ οὖν τοὺς πολεμίους ἔφη εἰσέσθαι, οὐκ ἀργυρίου ἕνεκα οὐδὲ διὰ τὸ μισεῖν Λακεδαιμονίους)·
克莱阿尔科斯启航离开后,那些准备献城的拜占庭人——库敦、阿里斯同、阿纳克西克拉特斯、吕库尔戈斯和阿纳克西拉奥斯(此人后来因背叛一事在拉刻代蒙被控死罪,却获得开释;他在辩护中称自己并非背叛城池,而是拯救城池,因他眼见妇孺陷于饥馑濒死,而自己是拜占庭人而非拉刻代蒙人;事实上克莱阿尔科斯将城内存有的粮食分给了拉刻代蒙士兵;因此他称自己是由于这些原因才引敌入城,并非为了钱财,亦非出于仇恨拉刻代蒙人)
ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο,4 νυκτὸς ἀνοίξαντες τὰς πύλας τὰς ἐπὶ τὸ Θρᾴκιον καλουμένας εἰσήγαγον τὸ στράτευμα καὶ τὸν Ἀλκιβιάδην.
——他们一切准备就绪后,于夜间打开所谓“通往色雷斯广场”的城门,将大军与阿尔西比亚德斯迎入城中。
ὁ δὲ Ἕλιξος καὶ ὁ Κοιρατάδας οὐδὲν τούτων εἰδότες ἐβοήθουν μετὰ πάντων εἰς τὴν ἀγοράν· ἐπεὶ δὲ πάντῃ οἱ πολέμιοι κατεῖχον, οὐδὲν ἔχοντες ὅ τι ποιήσαιεν, παρέδοσαν σφᾶς αὐτούς.
赫利克苏斯与科伊拉塔达斯对此一无所知,率领全体人员赶往广场驰援;然而敌人已占领了各处要地,他们走投无路,只得举手投降。
καὶ οὗτοι μὲν ἀπεπέμφθησαν εἰς Ἀθήνας, καὶ ὁ Κοιρατάδας ἐν τῷ ὄχλῳ ἀποβαινόντων ἐν Πειραιεῖ ἔλαθεν ἀποδρὰς καὶ ἀπεσώθη εἰς Δεκέλειαν.
这些人被押送至雅典,而科伊拉塔达斯在比雷埃夫斯趁众人下船的混乱之际悄悄脱逃,安然逃至德凯莱亚。
- 1.3.12ὁ μὲν ἐν Χρυσοπόλει οἷς Φαρνάβαζος ἔπεμψε Μιτροβάτει καὶ Ἀρνάπει, ὁ δʼ ἐν Καλχηδόνι τοῖς παρʼ Ἀλκιβιάδου
并列对举的 ὁ μὲν ... ὁ δʼ 根据上文语境分别指代阿尔西比亚德斯(在克律索波利斯)与法尔纳巴佐斯(在卡尔刻冬)。单数动词 ὤμοσεν 承前省并同时统辖两者,句末的复数动词 ἐποιήσαντο 则将双方统合为共同主语。
- 1.3.17καὶ ὅπως ἄλλαι ναυπηγηθείησαν, ἁθρόαι δὲ γενόμεναι πᾶσαι κακῶς τοὺς συμμάχους τῶν Ἀθηναίων ποιοῦσαι ἀποσπάσειαν τὸ στρατόπεδον
在表达克莱阿尔科斯渡海目的的句式中,结构从前半部分的将来时分词(ληψόμενος, συλλέξων)转为后半部分的 ὅπως 引导的目的从句。连词 ὅπως 不仅统辖从属的 ναυπηγηθείησαν,亦统辖表达最终目的的希求法动词 ἀποσπάσειαν。
- 1.3.18ἐπαγόμενος θανάτου
被动分词 ἐπαγόμενος 为法律术语,意为“被起诉”或“受审”,属格 θανάτου 为表示刑罚的属格(genitive of penalty),指被控处以死刑。
- 1.3.18οἱ προδιδόντες τὴν πόλιν τῶν Βυζαντίων, ... ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο
在时间从句(ἐπεὶ δʼ ἐξέπλευσεν ὁ Κλέαρχος)之后,出现了主句主语短语(οἱ προδιδόντες...)及其同位语人名,但随后插入了关于阿纳克西拉奥斯受审的长篇说明。这导致句式中断,随后通过从句 ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο, 重新引入前提,最终引出主句动词 εἰσήγαγον,形成了破格句(anacoluthon)。
