- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.3.1-1.3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典军自普罗孔涅索斯进逼并包围卡尔刻冬,击毙出城迎战的斯巴达调停官希波克拉底,击退波斯总督法尔纳巴佐斯。随后在阿尔西比亚德斯缺席的情况下,雅典将领与法尔纳巴佐斯达成了有关贡赋与通使波斯国王的停战协议。
τοῦ δʼ ἐπιόντος ἔτους ὁ ἐν Φωκαίᾳ νεὼς τῆς Ἀθηνᾶς ἐνεπρήσθη πρηστῆρος ἐμπεσόντος. ἐπεὶ δʼ ὁ χειμὼν ἔληγε, Παντακλέους μὲν ἐφορεύοντος, ἄρχοντος δʼ Ἀντιγένους, ἔαρος ἀρχομένου, δυοῖν καὶ εἴκοσιν ἐτῶν τῷ πολέμῳ παρεληλυθότων, οἱ Ἀθηναῖοι ἔπλευσαν εἰς Προκόννησον παντὶ τῷ στρατοπέδῳ.
次年,福西亚的雅典娜神殿因遭雷击而被焚毁。冬季将尽时,正值潘塔克勒斯任监察官、安提革涅斯任执政官,初春之际,战事已历二十二年,雅典人率全军航行至普罗孔涅索斯。
ἐκεῖθεν δʼ ἐπὶ Καλχηδόνα καὶ Βυζάντιον ὁρμήσαντες ἐστρατοπεδεύσαντο πρὸς Καλχηδόνι. οἱ δὲ Καλχηδόνιοι προσιόντας αἰσθόμενοι τοὺς Ἀθηναίους, τὴν λείαν ἅπασαν κατέθεντο εἰς τοὺς Βιθυνοὺς Θρᾷκας, ἀστυγείτονας ὄντας.
他们从那里进军卡尔刻冬与拜占庭,并在卡尔刻冬附近扎营。卡尔刻冬人察觉到雅典军逼近,便将全部财物寄存于邻近的比提尼亚色雷斯人处。
Ἀλκιβιάδης δὲ λαβὼν τῶν τε ὁπλιτῶν ὀλίγους καὶ τοὺς ἱππέας, καὶ τὰς ναῦς παραπλεῖν κελεύσας, ἐλθὼν εἰς τοὺς Βιθυνοὺς ἀπῄτει τὰ τῶν Καλχηδονίων χρήματα· εἰ δὲ μή, πολεμήσειν ἔφη αὐτοῖς. οἱ δὲ ἀπέδοσαν.
阿尔西比亚德斯率领少数重装步兵与骑兵,命战船沿岸随行,前往比提尼亚人那里索要卡尔刻冬人的财物;他宣称若不交出,便向他们开战。比提尼亚人遂将财物交出。
Ἀλκιβιάδης δʼ ἐπεὶ ἧκεν εἰς τὸ στρατόπεδον τήν τε λείαν ἔχων καὶ πίστεις πεποιημένος, ἀπετείχιζε τὴν Καλχηδόνα παντὶ τῷ στρατοπέδῳ ἀπὸ θαλάττης εἰς θάλατταν καὶ τοῦ ποταμοῦ ὅσον οἷόν τʼ ἦν ξυλίνῳ τείχει.1
阿尔西比亚德斯携战利品并立下誓约返回营地后,便率全军将卡尔刻冬围困起来,修筑了自海至海的围墙,并在沿河处尽可能以木栅加以封锁。
ἐνταῦθα Ἱπποκράτης μὲν ὁ Λακεδαιμόνιος ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξήγαγε τοὺς στρατιώτας, ὡς μαχούμενος· οἱ δὲ Ἀθηναῖοι ἀντιπαρετάξαντο αὐτῷ, Φαρνάβαζος δὲ ἔξωθεν τῶν περιτειχισμάτων ἐβοήθει στρατιᾷ τε καὶ ἵπποις πολλοῖς.
此时,拉刻代蒙的调停官希波克拉底率军出城迎战;雅典人列阵相对,法尔纳巴佐斯亦率军队及众多骑兵从包围工事外侧赶来驰援。
Ἱπποκράτης μὲν οὖν καὶ Θράσυλλος ἐμάχοντο ἑκάτερος τοῖς ὁπλίταις χρόνον πολύν, μέχρι Ἀλκιβιάδης ἔχων ὁπλίτας τέ τινας καὶ τοὺς ἱππέας ἐβοήθησε. καὶ Ἱπποκράτης μὲν ἀπέθανεν, οἱ δὲ μετʼ αὐτοῦ ὄντες ἔφυγον εἰς τὴν πόλιν.
希波克拉底与斯拉苏洛斯各自率重装步兵激战良久,直至阿尔西比亚德斯率部分重装步兵与骑兵赶来增援。希波克拉底阵亡,其部下败逃回城中。
ἅμα δὲ καὶ Φαρνάβαζος, οὐ δυνάμενος συμμεῖξαι πρὸς τὸν Ἱπποκράτην διὰ τὴν στενοπορίαν, τοῦ ποταμοῦ καὶ τῶν ἀποτειχισμάτων ἐγγὺς ὄντων, ἀπεχώρησεν εἰς τὸ Ἡράκλειον τὸ τῶν Καλχηδονίων, οὗ ἦν αὐτῷ τὸ στρατόπεδον.
与此同时,法尔纳巴佐斯因地形狭隘,河流与围困工事紧逼,无法与希波克拉底会合,便撤回其营地所在的卡尔刻冬人的赫拉克勒斯神庙。
ἐκ τούτου δὲ Ἀλκιβιάδης μὲν ᾤχετο εἰς τὸν Ἑλλήσποντον καὶ εἰς Χερρόνησον χρήματα πράξων· οἱ δὲ λοιποὶ στρατηγοὶ συνεχώρησαν πρὸς Φαρνάβαζον ὑπὲρ Καλχηδόνος εἴκοσι τάλαντα δοῦναι Ἀθηναίοις Φαρνάβαζον καὶ ὡς βασιλέα πρέσβεις Ἀθηναίων ἀναγαγεῖν, καὶ ὅρκους ἔδοσαν καὶ ἔλαβον παρὰ Φαρναβάζου ὑποτελεῖν τὸν φόρον Καλχηδονίους Ἀθηναίοις ὅσονπερ εἰώθεσαν καὶ τὰ ὀφειλόμενα χρήματα ἀποδοῦναι, Ἀθηναίους δὲ μὴ πολεμεῖν Καλχηδονίοις, ἕως ἂν οἱ παρὰ βασιλέως πρέσβεις ἔλθωσιν.
此后,阿尔西比亚德斯前往赫勒斯滂与刻松尼苏斯筹集军饷;其余将领则与法尔纳巴佐斯就卡尔刻冬问题达成协议:法尔纳巴佐斯给付雅典人二十塔兰同,并护送雅典使节前往国王处;他们与法尔纳巴佐斯互换誓约:卡尔刻冬人照常向雅典人缴纳贡赋并偿还所欠款项,雅典人在来自国王的使节归来前不得进攻卡尔刻冬人。
Ἀλκιβιάδης δὲ τοῖς ὅρκοις οὐκ ἐτύγχανε παρών, ἀλλὰ περὶ Σηλυμβρίαν ἦν· ἐκείνην δʼ ἑλὼν πρὸς τὸ Βυζάντιον ἧκεν, ἔχων Χερρονησίτας τε πανδημεὶ καὶ ἀπὸ Θρᾴκης στρατιώτας καὶ ἱππέας πλείους τριακοσίων.
阿尔西比亚德斯当时恰未在立誓现场,而是在塞林布里亚附近;他在攻陷该地后,率领刻松尼苏斯的全民部队、来自色雷斯的士兵以及三百多名骑兵来到拜占庭。
Φαρνάβαζος δὲ ἀξιῶν δεῖν κἀκεῖνον ὀμνύναι, περιέμενεν ἐν Καλχηδόνι, μέχρι ἔλθοι ἐκ τοῦ Βυζαντίου· ἐπειδὴ δὲ ἧκεν, οὐκ ἔφη ὀμεῖσθαι, εἰ μὴ κἀκεῖνος αὐτῷ ὀμεῖται.2
法尔纳巴佐斯认为他也必须宣誓,便在卡尔刻冬等候他自拜占庭前来;但〔阿尔西比亚德斯〕抵达后表示,除非〔法尔纳巴佐斯〕亦向他宣誓,否则自己绝不宣誓。
- 1.3.4καὶ τοῦ ποταμοῦ ὅσον οἷόν τʼ ἦν ξυλίνῳ τείχει
τοῦ ποταμοῦ 为从属于动词 ἀπετείχιζε 的部分属格(或范围属格),意为“沿河流部分尽可能以木栅加以封锁”。它与前面的介词短语 ἀπὸ θαλάττης εἰς θάλατταν 并列,说明围困工事所延伸的范围。
- 1.3.11οὐκ ἔφη ὀμεῖσθαι, εἰ μὴ κἀκεῖνος αὐτῷ ὀμεῖται
ὀμεῖται 为间接引语从句中的将来时直陈语气。直接引语中的条件句(οὐκ ὀμοῦμαι, εἰ μὴ καὶ ἐκεῖνος ἐμοὶ ὀμεῖται,“除非他也向我宣誓,否则我不宣誓”)的时态与语气在间接引语从属句中直接得以保留。主语阿尔西比亚德斯表示,除非法尔纳巴佐斯也向其宣誓,否则自己绝不立誓。
