← 色诺芬

希腊史

§1.2.1-1.2.19

斯拉苏洛斯远征爱奥尼亚与赫勒斯滂会师

斯拉苏洛斯率雅典军远征爱奥尼亚并劫掠吕底亚,但在以弗所战败,随后北上赫勒斯滂与阿尔西比亚德斯会师,并在阿比多斯附近击溃法尔纳巴佐斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

τῷ δὲ ἄλλῳ ἔτει Ἀθηναῖοι μὲν Θορικὸν ἐτείχισαν, Θράσυλλος δὲ τά τε ψηφισθέντα πλοῖα λαβὼν καὶ πεντακισχιλίους τῶν ναυτῶν πελταστὰς ποιησάμενος, ἐξέπλευσεν ἀρχομένου τοῦ θέρους εἰς Σάμον.

次年,雅典人修筑了索里科斯的城墙,斯拉苏洛斯接收了表决配给他的船只,将五千名水手编为轻盾兵,于初夏启航前往萨摩斯。

§1.2.2

ἐκεῖ δὲ μείνας τρεῖς ἡμέρας ἔπλευσεν εἰς Πύγελα· καὶ ἐνταῦθα τήν τε χώραν ἐδῄου καὶ προσέβαλλε τῷ τείχει. ἐκ δὲ τῆς Μιλήτου βοηθήσαντές τινες τοῖς Πυγελεῦσι διεσπαρμένους τῶν Ἀθηναίων ὄντας τοὺς ψιλοὺς ἐδίωκον.

在那里停留三天后,他率军航向皮盖拉,并在那里蹂躏其土地,攻打城墙。从米利都赶来支援皮盖拉人的一支部队追击了四散开来的雅典轻装步兵。

§1.2.3

οἱ δὲ πελτασταὶ καὶ τῶν ὁπλιτῶν δύο λόχοι βοηθήσαντες πρὸς τοὺς αὑτῶν ψιλοὺς ἀπέκτειναν ἅπαντας τοὺς ἐκ Μιλήτου ἐκτὸς ὀλίγων, καὶ ἀσπίδας ἔλαβον ὡς διακοσίας, καὶ τροπαῖον ἔστησαν.

但轻盾兵与两支重装步兵连队赶来支援己方的轻装步兵,除少数人外歼灭了全部来自米利都的军队,缴获了约两百面盾牌,并立起了战功碑。

§1.2.4

τῇ δὲ ὑστεραίᾳ ἔπλευσαν εἰς Νότιον, καὶ ἐντεῦθεν παρασκευασάμενοι ἐπορεύοντο εἰς Κολοφῶνα. Κολοφώνιοι δὲ προσεχώρησαν. καὶ τῆς ἐπιούσης νυκτὸς ἐνέβαλον εἰς τὴν Λυδίαν ἀκμάζοντος τοῦ σίτου, καὶ κώμας τε πολλὰς ἐνέπρησαν καὶ χρήματα ἔλαβον καὶ ἀνδράποδα καὶ ἄλλην λείαν πολλήν.

次日,他们航行至诺提翁,从那里整备完毕后行军前往科洛丰;科洛丰人归顺了他们。次夜,正值麦熟时节,他们攻入吕底亚,焚毁了许多村庄,掠得财物、奴隶以及大量其他战利品。

§1.2.5

Στάγης δὲ ὁ Πέρσης περὶ ταῦτα τὰ χωρία ὤν, ἐπεὶ οἱ Ἀθηναῖοι ἐκ τοῦ στρατοπέδου διεσκεδασμένοι ἦσαν κατὰ τὰς ἰδίας λείας, βοηθησάντων τῶν ἱππέων ἕνα μὲν ζωὸν ἔλαβεν, ἑπτὰ δὲ ἀπέκτεινε.

波斯人斯塔盖斯正留驻该地,趁雅典士兵为了各自劫掠而离开营地四散之际,率骑兵赶来驰援,生擒一人,斩杀七人。

§1.2.6

Θράσυλλος δὲ μετὰ ταῦτα ἀπήγαγεν ἐπὶ θάλατταν τὴν στρατιάν, ὡς εἰς Ἔφεσον πλευσούμενος. Τισσαφέρνης δὲ αἰσθόμενος τοῦτο τὸ ἐπιχείρημα, στρατιάν τε συνέλεγε πολλὴν καὶ ἱππέας ἀπέστελλε παραγγέλλων πᾶσιν εἰς Ἔφεσον βοηθεῖν τῇ Ἀρτέμιδι.

此后,斯拉苏洛斯将军队撤回海边,准备乘船前往以弗所。提萨斐尼察觉了这一企图,便集结大军,并派出骑兵传令所有人前往以弗所保卫阿耳忒弥斯女神。

§1.2.7

Θράσυλλος δὲ ἑβδόμῃ καὶ δεκάτῃ ἡμέρᾳ μετὰ τὴν εἰσβολὴν εἰς Ἔφεσον ἀπέπλευσε, καὶ τοὺς μὲν ὁπλίτας πρὸς τὸν Κορησσὸν ἀποβιβάσας, τοὺς δὲ ἱππέας καὶ πελταστὰς καὶ ἐπιβάτας καὶ τοὺς ἄλλους πάντας πρὸς τὸ ἕλος ἐπὶ τὰ ἕτερα τῆς πόλεως, ἅμα τῇ ἡμέρᾳ προσῆγε δύο στρατόπεδα.

斯拉苏洛斯在入侵后的第十七天乘船前往以弗所,他让重装步兵在科瑞索斯登陆,将骑兵、轻盾兵、水兵步兵以及其余所有人安排在城邦另一侧的沼泽旁登陆,于破晓时分兵两路进军。

§1.2.8

οἱ δʼ ἐκ τῆς πόλεως ἐβοήθησαν σφίσιν οἵ τε σύμμαχοι1 οὓς Τισσαφέρνης ἤγαγε, καὶ Συρακόσιοι οἵ τʼ ἀπὸ τῶν προτέρων εἴκοσι νεῶν καὶ ἀπὸ ἑτέρων πέντε, αἳ ἔτυχον τότε παραγενόμεναι, νεωστὶ ἥκουσαι μετὰ Εὐκλέους τε τοῦ Ἵππωνος καὶ Ἡρακλείδου τοῦ Ἀριστογένους στρατηγῶν, καὶ Σελινούσιαι δύο.

城中出来防守的人员包括:提萨斐尼率领的盟军;此前二十艘船上的叙拉古人,以及当时适逢赶到的另外五艘船上的叙拉古人——他们刚由将领希彭之子埃乌克勒斯与阿里斯托格涅斯之子赫拉克利代斯率领抵达;还有两艘塞利努斯船上的士兵,他们共同出动自卫。

§1.2.9

οὗτοι δὲ πάντες πρῶτον μὲν πρὸς τοὺς ὁπλίτας τοὺς ἐν Κορησσῷ ἐβοήθησαν· τούτους δὲ τρεψάμενοι καὶ ἀποκτείναντες ἐξ αὐτῶν ὡσεὶ ἑκατὸν καὶ εἰς τὴν θάλατταν καταδιώξαντες πρὸς τοὺς παρὰ τὸ ἕλος ἐτράποντο. ἔφυγον δὲ κἀκεῖ οἱ Ἀθηναῖοι, καὶ ἀπώλοντο αὐτῶν ὡς τριακόσιοι.

这些人全都首先出动迎击在科瑞索斯的重装步兵;击溃他们并斩杀约百人、将他们逼赶下海之后,又转向沼泽旁的雅典军。雅典人在此处亦败逃,阵亡约三百人。

§1.2.10

οἱ δὲ Ἐφέσιοι τροπαῖον ἐνταῦθα ἔστησαν καὶ ἕτερον πρὸς τῷ Κορησσῷ. τοῖς δὲ Συρακοσίοις καὶ Σελινουσίοις κρατίστοις γενομένοις ἀριστεῖα ἔδωκαν καὶ κοινῇ καὶ ἰδίᾳ πολλοῖς, καὶ οἰκεῖν ἀτέλειαν ἔδοσαν τῷ βουλομένῳ ἀεί· Σελινουσίοις δέ, ἐπεὶ ἡ πόλις ἀπωλώλει, καὶ πολιτείαν ἔδοσαν.

以弗所人在该处立起一座战功碑,又在科瑞索斯立起另一座。他们向表现最为英勇的叙拉古人与塞利努斯人公开及私下向许多人颁发了英勇奖,并给予愿留居者永久免税定居权;对塞利努斯人,由于其城邦已遭毁弃,还授予了公民权。

§1.2.11

οἱ δʼ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους ἀπολαβόντες ἀπέπλευσαν εἰς Νότιον, κἀκεῖ θάψαντες αὐτοὺς ἔπλεον εὐθὺ Λέσβου καὶ Ἑλλησπόντου.

雅典人在停战协议下收回了阵亡者遗体,乘船撤回诺提翁,在那里安葬了死者后,便径直航向莱斯博斯与赫勒斯滂。

§1.2.12

ὁρμοῦντες δὲ ἐν Μηθύμνῃ τῆς Λέσβου εἶδον παραπλεούσας ἐξ Ἐφέσου τὰς Συρακοσίας ναῦς πέντε καὶ εἴκοσι· καὶ ἐπʼ αὐτὰς ἀναχθέντες τέτταρας μὲν ἔλαβον αὐτοῖς ἀνδράσι,2 τὰς δʼ ἄλλας κατεδίωξαν εἰς Ἔφεσον.

他们在莱斯博斯的墨廷纳抛锚停泊时,望见二十五艘叙拉古舰船自以弗所沿岸驶过;他们出击迎战,连同船员俘获了四艘,将其余船只追赶回以弗所。

§1.2.13

καὶ τοὺς μὲν ἄλλους αἰχμαλώτους Θράσυλλος εἰς Ἀθήνας ἀπέπεμψε πάντας, Ἀλκιβιάδην δὲ Ἀθηναῖον, Ἀλκιβιάδου ὄντα ἀνεψιὸν καὶ συμφυγάδα, κατέλευσεν. ἐντεῦθεν δὲ ἔπλευσεν εἰς τὴν Σηστὸν πρὸς τὸ ἄλλο στράτευμα.

斯拉苏洛斯将其他俘虏全数押送至雅典,但对雅典人阿尔西比亚德斯——即阿尔西比亚德斯的堂弟兼流亡同伴——则用石头砸死。随后他航向塞斯托斯与其余大军会合。

§1.2.14

ἐκεῖθεν δὲ ἅπασα ἡ στρατιὰ διέβη εἰς Λάμψακον. καὶ χειμὼν ἐπῄει, ἐν ᾧ οἱ αἰχμάλωτοι Συρακόσιοι, εἰργμένοι τοῦ Πειραιῶς ἐν λιθοτομίαις, διορύξαντες τὴν πέτραν, ἀποδράντες νυκτὸς ᾤχοντο εἰς Δεκέλειαν, οἱ δʼ εἰς Μέγαρα.

全军从那里渡海前往拉姆普萨科斯。冬日来临,在这一冬里,被关押在比雷埃夫斯采石场中的叙拉古俘虏凿穿岩石,乘夜逃脱,有的逃往德凯利亚,有的逃往墨加拉。

§1.2.15

ἐν δὲ τῇ Λαμψάκῳ συντάττοντος Ἀλκιβιάδου τὸ στράτευμα πᾶν οἱ πρότεροι στρατιῶται οὐκ ἐβούλοντο τοῖς μετὰ Θρασύλλου συντάττεσθαι, ὡς αὐτοὶ μὲν ὄντες ἀήττητοι, ἐκεῖνοι δὲ ἡττημένοι ἥκοιεν.3 ἐνταῦθα δὴ ἐχείμαζον ἅπαντες Λάμψακον τειχίζοντες.

在拉姆普萨科斯,阿尔西比亚德斯整编全军时,原有的士兵不愿与斯拉苏洛斯麾下的士兵编在一起,理由是他们自己从未战败,而新来的士兵却是战败归来的。于是全军都在那里过冬,并修筑拉姆普萨科斯的城墙。

§1.2.16

καὶ ἐστράτευσαν πρὸς Ἄβυδον· Φαρνάβαζος δʼ ἐβοήθησεν ἵπποις πολλοῖς, καὶ μάχῃ ἡττηθεὶς ἔφυγεν. Ἀλκιβιάδης δὲ ἐδίωκεν ἔχων τούς τε ἱππέας καὶ τῶν ὁπλιτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρχε Μένανδρος, μέχρι σκότος ἀφείλετο.

他们还出兵进逼阿比多斯;法尔纳巴佐斯率大量骑兵来援,但在交战中败北逃窜。阿尔西比亚德斯率骑兵以及由梅南德罗斯指挥的一百二十名重装步兵展开追击,直至夜幕降临才作罢。

§1.2.17

ἐκ δὲ τῆς μάχης ταύτης συνέβησαν οἱ στρατιῶται αὐτοὶ αὑτοῖς καὶ ἠσπάζοντο τοὺς μετὰ Θρασύλλου. ἐξῆλθον δέ τινας καὶ ἄλλας ἐξόδους τοῦ χειμῶνος εἰς τὴν ἤπειρον καὶ ἐπόρθουν τὴν βασιλέως χώραν.

经此一战,士兵们彼此和解,亲切接纳了斯拉苏洛斯部下的将士。该年冬季,他们还数次向内陆出击,蹂躏国王的领土。

§1.2.18

τῷ δʼ αὐτῷ χρόνῳ καὶ Λακεδαιμόνιοι τοὺς εἰς τὸ Κορυφάσιον τῶν Εἱλώτων ἀφεστῶτας ἐκ Μαλέας ὑποσπόνδους ἀφῆκαν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ Ἀχαιοὶ τοὺς ἐποίκους, ἀντιτεταγμένων πάντων πρὸς Οἰταίους πολεμίους ὄντας, προέδοσαν, ὥστε ἀπολέσθαι αὐτῶν πρὸς ἑπτακοσίους σὺν τῷ ἐκ Λακεδαίμονος ἁρμοστῇ Λαβώτῃ.

与此同时,拉刻代蒙人根据停战协定,放走了从马勒阿叛逃至科律法西翁的黑劳士叛民。约在同一时期,在特拉基斯的赫拉克利亚,阿开亚人在全军列阵迎战敌对的奥伊塔人时出卖了移民,致使约七百名移民连同来自拉刻代蒙的调停官拉博塔斯一同丧生。

§1.2.19

καὶ ὁ ἐνιαυτὸς ἔληγεν οὗτος, ἐν ᾧ καὶ Μῆδοι ἀπὸ Δαρείου τοῦ Περσῶν βασιλέως ἀποστάντες πάλιν προσεχώρησαν αὐτῷ.

这一年就此结束,在这一年里,米底人背叛了波斯国王大流士,随后又重新归顺于他。

语法注3 条
  1. 1.2.8οἱ δʼ ἐκ τῆς πόλεως ἐβοήθησαν σφίσιν οἵ τε σύμμαχοι

    短语 οἱ ἐκ τῆς πόλεως 作为整体主语出现,随后的 οἵ τε σύμμαχοι... καὶ Συρακόσιοι... 则以同位语形式具体列举了城内的各项守军(即整体与部分结构,schema καθ' ὅλον καὶ μέρος)。代词 σφίσιν 作间接反身代词,指代守城者自身,意为前来援助他们自己一方进行防卫。

  2. 1.2.12αὐτοῖς ἀνδράσι

    伴随与格(sociative dative),意为“连同船员一起”。αὐτός 的与格与名词连用是古典希腊语中表示“连同……一起/一并”的典型惯用结构。

  3. 1.2.15ὡς αὐτοὶ μὲν ὄντες ἀήττητοι, ἐκεῖνοι δὲ ἡττημένοι ἥκοιεν

    在由 ὡς 引导表示主观理由或借口的结构中,前半句使用了分词 ὄντες,而后半句则交替使用了斜引语气下的祈愿语气 ἥκοιεν。前半部分以分词确言己方“未尝败绩”的立场,后半部分则以祈愿式转述对方“战败而归”的主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.2.1-1.2.19