- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.1.28-1.1.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知被流放的叙拉古将领们留任至继任者抵达,赫尔莫克拉特斯则筹集力量谋求回邦。与此同时,在雅典击退阿吉斯突袭的斯拉苏洛斯获准征兵,阿吉斯为切断雅典粮食补给线派兵前往拜占庭。
οἱ δʼ ἀναβοήσαντες ἐκέλευον ἐκείνους ἄρχειν, καὶ μάλιστα οἱ τριήραρχοι καὶ οἱ ἐπιβάται καὶ οἱ κυβερνῆται. οἱ δʼ οὐκ ἔφασαν δεῖν στασιάζειν πρὸς τὴν ἑαυτῶν πόλιν· εἰ δέ τις ἐπικαλοίη τι αὐτοῖς, λόγον ἔφασαν χρῆναι διδόναι, μεμνημένους Ὅσας τε ναυμαχίας αὐτοὶ καθʼ αὑτοὺς νενικήκατε1 καὶ ναῦς εἰλήφατε, ὅσα τε μετὰ τῶν ἄλλων ἀήττητοι γεγόνατε ἡμῶν ἡγουμένων, τάξιν ἔχοντες τὴν κρατίστην διά τε τὴν ἡμετέραν ἀρετὴν καὶ διὰ τὴν ὑμετέραν προθυμίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑπάρχουσαν.
然而士兵们高声呼喊,敦促他们继续统领全军,尤其是三列桨战船长、水兵步兵和舵手们更是如此。但将领们表示,不应反对自己的城邦进行叛乱;他们说,如果有人要对他们提出指控,他们应当作出交代,并嘱咐众人谨记:“你们自己单独赢得了多少次海战,俘获了多少战船;在我们的率领下,你们与其他盟军一同保持了多少次不可战胜的战绩,凭借着我们的英勇以及你们无论在陆上还是海上所展现的热忱,始终占据着最优秀的队列。”
οὐδενὸς δὲ οὐδὲν ἐπαιτιωμένου, δεομένων ἔμειναν ἕως ἀφίκοντο οἱ ἀντʼ ἐκείνων στρατηγοί, Δήμαρχός τʼ Ἐπικύδου καὶ Μύσκων Μενεκράτους καὶ Πόταμις Γνώσιος. τῶν δὲ τριηράρχων ὀμόσαντες οἱ πλεῖστοι2 κατάξειν αὐτούς, ἐπὰν εἰς Συρακούσας ἀφίκωνται, ἀπεπέμψαντο ὅποι ἐβούλοντο πάντας ἐπαινοῦντες·
由于无人提出任何指控,他们应士兵的恳求留了下来,直到接替他们的新将领抵达——即埃皮居德斯之子德马尔科斯、梅内克拉特斯之子缪斯孔和格诺西斯之子波塔米斯。多数战船长起誓,一旦回到叙拉古便将他们从流放中迎回,随后在众人的赞颂声中,将他们送往各自想去的地方。
ἰδίᾳ δὲ οἱ πρὸς Ἑρμοκράτην προσομιλοῦντες μάλιστα ἐπόθησαν τήν τε ἐπιμέλειαν καὶ προθυμίαν καὶ κοινότητα. ὧν γὰρ ἐγίγνωσκε τοὺς ἐπιεικεστάτους καὶ τριηράρχων καὶ κυβερνητῶν καὶ ἐπιβατῶν, ἑκάστης ἡμέρας πρῲ καὶ πρὸς ἑσπέραν συναλίζων πρὸς τὴν σκηνὴν τὴν ἑαυτοῦ ἀνεκοινοῦτο ὅ τι ἔμελλεν ἢ λέγειν ἢ πράττειν, κἀκείνους ἐδίδασκε κελεύων λέγειν τὰ μὲν ἀπὸ τοῦ παραχρῆμα, τὰ δὲ βουλευσαμένους.
私下里,那些与赫尔莫克拉特斯交往密切的人,尤为怀念他的关怀、热忱与平易近人。因为凡是他所认定的战船长、舵手和水兵步兵中最干练者,他每日早晚都会召集到自己的帐篷中,向他们通报自己打算陈述或实施的事情,并指导他们,命他们有时即兴发言,有时深思熟虑后再作陈述。
ἐκ τούτων Ἑρμοκράτης τὰ πολλὰ ἐν τῷ συνεδρίῳ ηὐδόξει, λέγειν τε δοκῶν καὶ βουλεύειν τὰ κράτιστα. κατηγορήσας δὲ Τισσαφέρνους ἐν Λακεδαίμονι Ἑρμοκράτης, μαρτυροῦντος καὶ Ἀστυόχου, καὶ δόξας τὰ ὄντα λέγειν, ἀφικόμενος παρὰ Φαρνάβαζον, πρὶν αἰτῆσαι χρήματα λαβών, παρεσκευάζετο πρὸς τὴν εἰς Συρακούσας κάθοδον ξένους τε καὶ τριήρεις. ἐν τούτῳ δὲ ἧκον οἱ διάδοχοι τῶν Συρακοσίων εἰς Μίλητον καὶ παρέλαβον τὰς ναῦς καὶ τὸ στράτευμα.
因此,赫尔莫克拉特斯在议事会中大多享有很高的威望,被公认为言辞与谋略俱臻上乘。赫尔莫克拉特斯在拉刻代蒙控告了提萨斐尼,并在阿斯提奥科斯的佐证下被认定所言属实;随后他前往法尔纳巴佐斯处,未待请求便获得了钱财,开始招募雇佣军并整备战船,为返回叙拉古作准备。在此期间,叙拉古将领的继任者抵达米利都,接管了舰船与军队。
ἐν Θάσῳ δὲ κατὰ τὸν καιρὸν τοῦτον στάσεως γενομένης ἐκπίπτουσιν οἱ λακωνισταὶ καὶ ὁ Λάκων ἁρμοστὴς Ἐτεόνικος. καταιτιαθεὶς δὲ ταῦτα πρᾶξαι σὺν Τισσαφέρνει Πασιππίδας ὁ Λάκων ἔφυγεν ἐκ Σπάρτης· ἐπὶ δὲ τὸ ναυτικόν, ὃ ἐκεῖνος ἡθροίκει ἀπὸ τῶν συμμάχων, ἐξεπέμφθη Κρατησιππίδας, καὶ παρέλαβεν ἐν Χίῳ.
约在此时,萨索斯发生内乱,亲斯巴达派人士与斯巴达总督埃特奥尼科斯被逐出。斯巴达人帕西庇达斯因被控与提萨斐尼共谋此事而逃离斯巴达流亡;克拉特西庇达斯被派去接管帕西庇达斯从盟邦集结的舰队,并在希俄斯接管了该部队。
περὶ δὲ τούτους τοὺς χρόνους Θρασύλλου ἐν Ἀθήναις ὄντος Ἆγις ἐκ τῆς Δεκελείας προνομὴν ποιούμενος πρὸς αὐτὰ τὰ τείχη ἦλθε τῶν Ἀθηναίων· Θράσυλλος δὲ ἐξαγαγὼν Ἀθηναίους καὶ τοὺς ἄλλους τοὺς ἐν τῇ πόλει ὄντας ἅπαντας παρέταξε παρὰ τὸ Λύκειον γυμνάσιον, ὡς μαχούμενος, ἂν προσίωσιν.
大约在这些日子里,正当斯拉苏洛斯身在雅典时,阿吉斯从德凯利亚发起突袭劫掠,直逼雅典城墙之下。斯拉苏洛斯率领雅典人以及城内所有其他人员出城,在吕刻昂角力场旁列阵,准备在敌军逼近时迎战。
ἰδὼν δὲ ταῦτα Ἆγις ἀπήγαγε ταχέως, καί τινες αὐτῶν ὀλίγοι τῶν ἐπὶ πᾶσιν ὑπὸ τῶν ψιλῶν ἀπέθανον. οἱ οὖν Ἀθηναῖοι τῷ Θρασύλλῳ διὰ ταῦτα ἔτι προθυμότεροι ἦσαν ἐφʼ ἃ ἧκε, καὶ ἐψηφίσαντο ὁπλίτας τε αὐτὸν καταλέξασθαι χιλίους, ἱππέας δὲ ἑκατόν, τριήρεις δὲ πεντήκοντα.
阿吉斯见状迅速撤退,其后卫部队中的少数人员被轻装步兵击杀。因此,雅典人对斯拉苏洛斯前来的诉求变得更为积极,表决同意让他征集一千名重装步兵、一百名骑兵和五十艘三列桨战船。
Ἆγις δὲ ἐκ τῆς Δεκελείας ἰδὼν πλοῖα πολλὰ σίτου εἰς Πειραιᾶ καταθέοντα, οὐδὲν ὄφελος ἔφη εἶναι τοὺς μετʼ αὐτοῦ πολὺν ἤδη χρόνον Ἀθηναίους εἴργειν τῆς γῆς, εἰ μή τις σχήσοι καὶ ὅθεν ὁ κατὰ θάλατταν σῖτος φοιτᾷ·3 κράτιστόν τε εἶναι καὶ Κλέαρχον τὸν Ῥαμφίου πρόξενον ὄντα Βυζαντίων πέμψαι εἰς Καλχηδόνα τε καὶ Βυζάντιον.
阿吉斯从德凯利亚望见大批运粮船驶入比雷埃夫斯,便说,倘若不能控制海上粮食输入之源头,随他征战的军队长久以来将雅典人阻隔在陆地之外便毫无益处;他主张派遣拜占庭的邦宾客、兰菲阿斯之子克莱阿尔科斯前往卡尔克冬与拜占庭是最佳之策。
δόξαντος δὲ τούτου,4 πληρωθεισῶν νεῶν ἔκ τε Μεγάρων καὶ παρὰ τῶν ἄλλων συμμάχων πεντεκαίδεκα στρατιωτίδων μᾶλλον ἢ ταχειῶν ᾤχετο. καὶ αὐτοῦ τῶν νεῶν τρεῖς ἀπόλλυνται ἐν τῷ Ἑλλησπόντῳ ὑπὸ τῶν Ἀττικῶν ἐννέα νεῶν, αἳ ἀεὶ ἐνταῦθα τὰ πλοῖα διεφύλαττον, αἱ δʼ ἄλλαι ἔφυγον εἰς Σηστόν, ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἐσώθησαν.
此项提议获得批准后,克莱阿尔科斯率领从墨加拉及其他盟邦配备人员的十五艘舰船启航——与其说是快速战舰,不如说是运兵船。他在赫勒斯滂损失了三艘船,被常驻该地护卫船只的九艘阿提卡舰船击毁,其余船只逃往塞斯托斯,并从那里安全抵达拜占庭。
καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ᾧ Καρχηδόνιοι Ἀννίβα ἡγουμένου στρατεύσαντες ἐπὶ Σικελίαν δέκα μυριάσι στρατιᾶς αἱροῦσιν ἐν τρισὶ μησὶ δύο πόλεις Ἑλληνίδας Σελινοῦντα καὶ Ἱμέραν.
这一年就此结束,在这一年里,迦太基人在汉尼拔统率下以十万大军远征西西里,在三个月内攻克了两座希腊城邦塞利努斯与希梅拉。
- 1.1.28μεμνημένους Ὅσας τε ναυμαχίας αὐτοὶ καθʼ αὑτοὺς νενικήκατε
宾格分词 μεμνημένους 在语义上指向听众/士兵(“牢记你们赢得了多少次海战……”)。句子结构在此处由间接引语转入直接引语(由第二人称动词 νενικήκατε 体现),形成了倒错/脱节句(anakolouthon)。
- 1.1.29τῶν δὲ τριηράρχων ὀμόσαντες οἱ πλεῖστοι
部分属格 τῶν τριηράρχων 被置于句首以示强调,随后接主格主语 οἱ πλεῖστοι 及其一致的主格分词 ὀμόσαντες。这种语序倒装将整体群体前置主题化,突出其多数人立下了誓言。
- 1.1.35εἰ μή τις σχήσοι καὶ ὅθεν ὁ κατὰ θάλατταν σῖτος φοιτᾷ
在间接引语中,条件从句将直接引语的将来时陈述语气替换为将来时祈愿语气 σχήσοι(源自 ἔχω,意为“截断/控制”)。καὶ ὅθεν 引导的关系副词从句名词化,充当 σχήσοι 的直接宾语(“海上粮食运来的源头”)。
- 1.1.36δόξαντος δὲ τούτου
以中性代词 τοῦτο 为主语的属格独立结构,意为“此事被决议/批准之后”,沿用了非人称动词 δοκεῖ 表示决议的用法。
