- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume I Historia Graeca; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.1.15-1.1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典军队在基齐库斯海战中大获全胜并击毙明达罗斯,全歼敌军舰队,随后在克律索波利斯设立什一税征收据点;与此同时,法尔纳巴佐斯资助伯罗奔尼撒人重建舰队,叙拉古将领们则获悉自己已被国内放逐。
τῇ δὲ προτεραίᾳ, ἐπειδὴ ὡρμίσαντο, τὰ πλοῖα πάντα καὶ τὰ μικρὰ συνήθροισε παρʼ ἑαυτόν, ὅπως μηδεὶς ἐξαγγείλαι τοῖς πολεμίοις τὸ πλῆθος τῶν νεῶν, ἐπεκήρυξέ τε, ὃς ἂν ἁλίσκηται εἰς τὸ πέραν διαπλέων, θάνατον τὴν ζημίαν.1
在前一天,当他们抛锚停泊时,阿尔基比亚德斯将所有船只,乃至小艇都集中到自己身边,以免有人向敌人报告舰船的数量;并且他宣告,凡渡海驶往对岸而被捕获者,处以死刑。
μετὰ δὲ τὴν ἐκκλησίαν παρασκευασάμενος ὡς ἐπὶ ναυμαχίαν ἀνηγάγετο ἐπὶ τὴν Κύζικον ὕοντος πολλῷ.2 ἐπειδὴ δʼ ἐγγὺς τῆς Κυζίκου ἦν, αἰθρίας γενομένης καὶ τοῦ ἡλίου ἐκλάμψαντος καθορᾷ τὰς τοῦ Μινδάρου ναῦς γυμναζομένας πόρρω ἀπὸ τοῦ λιμένος καὶ ἀπειλημμένας ὑπʼ αὐτοῦ, ἑξήκοντα οὔσας.
大会之后,他整饬装备,犹如准备海战一般,在大雨倾盆中向基齐库斯出航。当接近基齐库斯时,天气转晴,太阳破云而出,他望见明达罗斯的六十艘舰船正在远离港口的地方操演,并且退路已被他的舰队切断。
οἱ δὲ Πελοποννήσιοι ἰδόντες τὰς τῶν Ἀθηναίων τριήρεις οὔσας πλείους τε πολλῷ ἢ πρότερον καὶ πρὸς τῷ λιμένι, ἔφυγον εἰς τὴν γῆν· καὶ συνορμίσαντες τὰς ναῦς ἐμάχοντο ἐπιπλέουσι τοῖς ἐναντίοις.
伯罗奔尼撒人见雅典人的三列桨战船比原先多了许多,并且扼守在港口一侧,便向陆地逃窜;他们将船只并拢停靠,迎战向他们驶来的敌军。
Ἀλκιβιάδης δὲ ταῖς εἴκοσι τῶν νεῶν περιπλεύσας ἀπέβη εἰς τὴν γῆν. ἰδὼν δὲ ὁ Μίνδαρος, καὶ αὐτὸς ἀποβὰς ἐν τῇ γῇ μαχόμενος ἀπέθανεν· οἱ δὲ μετʼ αὐτοῦ ὄντες ἔφυγον. τὰς δὲ ναῦς οἱ Ἀθηναῖοι ᾤχοντο ἄγοντες ἁπάσας εἰς Προκόννησον πλὴν τῶν Συρακοσίων· ἐκείνας δὲ αὐτοὶ κατέκαυσαν οἱ Συρακόσιοι.
阿尔基比亚德斯率领二十艘战船绕行并登上陆地。明达罗斯见状,亦登岸在陆上激战阵亡;随他作战的人尽皆溃逃。雅典人将除了叙拉古人的〔船〕之外的所有船只全部拖带回普罗孔涅索斯;那些叙拉古船则被叙拉古人自己焚毁了。
ἐκεῖθεν δὲ τῇ ὑστεραίᾳ ἔπλεον οἱ Ἀθηναῖοι ἐπὶ Κύζικον. οἱ δὲ Κυζικηνοὶ τῶν Πελοποννησίων καὶ Φαρναβάζου ἐκλιπόντων αὐτὴν ἐδέχοντο τοὺς Ἀθηναίους·
翌日,雅典人从那里起航开赴基齐库斯。由于伯罗奔尼撒人与法尔纳巴佐斯弃城而去,基齐库斯人便接纳了雅典人。
Ἀλκιβιάδης δὲ μείνας αὐτοῦ εἴκοσιν ἡμέρας καὶ χρήματα πολλὰ λαβὼν παρὰ τῶν Κυζικηνῶν, οὐδὲν ἄλλο κακὸν ἐργασάμενος ἐν τῇ πόλει ἀπέπλευσεν εἰς Προκόννησον. ἐκεῖθεν δʼ ἔπλευσεν εἰς Πέρινθον καὶ Σηλυμβρίαν.
阿尔基比亚德斯在当地停留了二十天,从基齐库斯人那里获得了大量钱财,未对城中造成其他破坏便驶往普罗孔涅索斯。随后他又从那里航向佩林托斯与塞林布里亚。
καὶ Περίνθιοι μὲν εἰσεδέξαντο εἰς τὸ ἄστυ τὸ στρατόπεδον· Σηλυμβριανοὶ δὲ ἐδέξαντο μὲν οὔ, χρήματα δὲ ἔδοσαν.
佩林托斯人接纳军队进城;塞林布里亚人虽未接纳进城,却交出了钱财。
ἐντεῦθεν δʼ ἀφικόμενοι τῆς Καλχηδονίας εἰς Χρυσόπολιν ἐτείχισαν αὐτήν, καὶ δεκατευτήριον κατεσκεύασαν ἐν αὐτῇ, καὶ τὴν δεκάτην ἐξέλεγον τῶν ἐκ τοῦ Πόντου πλοίων, καὶ φυλακὴν ἐγκαταλιπόντες ναῦς τριάκοντα καὶ στρατηγὼ δύο, Θηραμένην καὶ Εὔμαχον, τοῦ τε χωρίου ἐπιμελεῖσθαι καὶ τῶν ἐκπλεόντων πλοίων καὶ εἴ τι ἄλλο δύναιντο βλάπτειν τοὺς πολεμίους. οἱ δʼ ἄλλοι στρατηγοὶ εἰς τὸν Ἑλλήσποντον ᾤχοντο.
他们随后从那里抵达卡尔克冬境内的克律索波利斯,修筑工事据守,并在城中设立十分之一税征收所,对从蓬托斯驶出的船只征收什一税;留下了三十艘战船和塞拉迈涅斯与欧马科斯两位将领作为驻军,负责看守该地与出海船只,并尽一切可能打击敌人。其余将领则开往赫勒斯滂。
παρὰ δὲ Ἱπποκράτους τοῦ Μινδάρου ἐπιστολέως εἰς Λακεδαίμονα γράμματα πεμφθέντα ἑάλωσαν εἰς Ἀθήνας λέγοντα τάδε· "ἔρρει τὰ κᾶλα. Μίνδαρος ἀπεσσύα. πεινῶντι τὤνδρες. ἀπορίομες τί χρὴ δρᾶν.3"
此时,明达罗斯的副官希波克拉底寄往斯巴达的一封信件被截获并送抵雅典,信中写道:“船木全失。明达罗斯已死。士卒饥困。不知所措。”
Φαρνάβαζος δὲ παντὶ τῷ τῶν Πελοποννησίων στρατεύματι καὶ τοῖς συμμάχοις παρακελευσάμενος μὴ ἀθυμεῖν ἕνεκα ξύλων, ὡς ὄντων πολλῶν ἐν τῇ βασιλέως, ἕως ἂν τὰ σώματα σῶα ᾖ, ἱμάτιόν τʼ ἔδωκεν ἑκάστῳ καὶ ἐφόδιον δυοῖν μηνοῖν, καὶ ὁπλίσας τοὺς ναύτας φύλακας κατέστησε τῆς ἑαυτοῦ παραθαλαττίας γῆς.
然而法尔纳巴佐斯激励全体伯罗奔尼撒军及盟友,劝他们不必因船木而气馁,因为只要人身安全,大王领地内木材充裕;他发给每人一件斗篷和两个月的口粮,并将水手们武装起来,命他们驻守自己的沿海领地。
καὶ συγκαλέσας τούς τε ἀπὸ τῶν πόλεων στρατηγοὺς καὶ τριηράρχους ἐκέλευε ναυπηγεῖσθαι τριήρεις ἐν Ἀντάνδρῳ ὅσας ἕκαστοι ἀπώλεσαν, χρήματά τε διδοὺς καὶ ὕλην ἐκ τῆς Ἴδης κομίζεσθαι φράζων.
他又召集各邦将领和三列桨战船长,命他们在安坦德罗斯建造各邦所损失同等数量的三列桨战船,向他们提供金钱,并吩咐他们自伊达山运送木材。
ναυπηγουμένων δὲ οἱ Συρακόσιοι ἅμα τοῖς Ἀντανδρίοις τοῦ τείχους τι ἐπετέλεσαν, καὶ ἐν τῇ φρουρᾷ ἤρεσαν πάντων μάλιστα. διὰ ταῦτα δὲ εὐεργεσία τε καὶ πολιτεία Συρακοσίοις ἐν Ἀντάνδρῳ ἐστί. Φαρνάβαζος μὲν οὖν ταῦτα διατάξας εὐθὺς εἰς Καλχηδόνα ἐβοήθει.
造船期间,叙拉古人与安坦德罗斯人一同完成了部分城墙的修筑,并在戍卫任务中表现最为优异。因此叙拉古人在安坦德罗斯享有恩人称号与公民权。法尔纳巴佐斯在布置完这些事务后,随即赶往卡尔克冬增援。
ἐν δὲ τῷ χρόνῳ τούτῳ ἠγγέλθη τοῖς τῶν Συρακοσίων στρατηγοῖς οἴκοθεν ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου.4 συγκαλέσαντες οὖν τοὺς ἑαυτῶν στρατιώτας Ἑρμοκράτους προηγοροῦντος ἀπωλοφύροντο τὴν ἑαυτῶν συμφοράν, ὡς ἀδίκως φεύγοιεν ἅπαντες παρὰ τὸν νόμον· παρῄνεσάν τε προθύμους εἶναι καὶ τὰ λοιπά, ὥσπερ τὰ πρότερα, καὶ ἄνδρας ἀγαθοὺς πρὸς τὰ ἀεὶ παραγγελλόμενα, ἑλέσθαι δὲ ἐκέλευον ἄρχοντας, μέχρι ἂν ἀφίκωνται οἱ ᾑρημένοι ἀντʼ ἐκείνων.
就在此时,叙拉古的将领们接到国内消息,得知他们已被公民大会判处流放。于是他们召集自己的士兵,由赫尔莫克拉特斯代表发言,痛陈自己的不幸遭遇,称所有人均是违背法律、蒙受不公而被流放;他们劝诫士兵今后仍要如往昔般奋勇效命,在执行所受指令时英勇果敢,并命士兵推选统领,直至被选出来接替他们的人抵达。
- 1.1.15ἐπεκήρυξέ τε, ὃς ἂν ἁλίσκηται εἰς τὸ πέραν διαπλέων, θάνατον τὴν ζημίαν
动词 ἐπεκήρυξε(宣告)支配关系代词从句 ὃς ἂν ἁλίσκηται(凡被捕获者),该从句具有泛指条件意义;θάνατον τὴν ζημίαν 构成同位/谓语性宾格(“以死刑为惩罚”)。
- 1.1.16ὕοντος πολλῷ
由气象动词 ὕω(降雨)的现在时主动分词属格构成的非人称独立属格结构(“下着倾盆大雨时”),不带明确的主语名词。πολλῷ 为中性与格用作副词,表示程度。
- 1.1.23ἔρρει τὰ κᾶλα. Μίνδαρος ἀπεσσύα. πεινῶντι τὤνδρες. ἀπορίομες τί χρὴ δρᾶν.
截获的斯巴达军函引文,采用拉科尼亚/多利斯方言。τὰ κᾶλα 在多利斯方言中意为“船木/舰船”(相当于雅典方言的 τὰ ξύλα);ἀπεσσύα 为拉科尼亚方言形式,相当于 ἀπεσσύη(ἀποσεύω 的被动不定过去时,意为“逝去/阵亡”);πεινῶντι 为多利斯方言第三人称复数现在时(雅典方言为 πεινῶσι);τὤνδρες 是 οἱ ἄνδρες 的混声(crasis);ἀπορίομες 为多利斯方言第一人称复数现在时(雅典方言为 ἀποροῦμεν)。
- 1.1.27ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου
在过去时动词 ἠγγέλθη 引导的间接引语中使用的希求法。动词 φεύγω 在司法和政治语境中作不及物动词时常具被动含义(“被流放”),因而搭配 ὑπό 加属格充当动作的施动者。
