← 色诺芬

希腊史

§1.1.1-1.1.14

阿比多斯海战与基齐库斯备战

记述了雅典与伯罗奔尼撒及波斯势力在赫勒斯滂一带的数次海战,阿尔基比亚德斯的增援助雅典在阿比多斯取得胜利,随后雅典舰队集结准备进攻基齐库斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.1

μετὰ δὲ ταῦτα οὐ πολλαῖς ἡμέραις ὕστερον ἦλθεν ἐξ Ἀθηνῶν Θυμοχάρης ἔχων ναῦς ὀλίγας· καὶ εὐθὺς ἐναυμάχησαν αὖθις Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι, ἐνίκησαν δὲ Λακεδαιμόνιοι ἡγουμένου Ἀγησανδρίδου.

此事之后没过几天,修莫哈里斯率领少数舰船从雅典赶来;斯巴达人与雅典人随即再度爆发海战,在阿格桑德里达斯指挥下斯巴达人获胜。

§1.1.2

μετʼ ὀλίγον δὲ τούτων Δωριεὺς ὁ Διαγόρου ἐκ Ῥόδου εἰς Ἑλλήσποντον εἰσέπλει ἀρχομένου χειμῶνος τέτταρσι καὶ δέκα ναυσὶν ἅμα ἡμέρᾳ. κατιδὼν δὲ ὁ τῶν Ἀθηναίων ἡμεροσκόπος ἐσήμηνε τοῖς στρατηγοῖς. οἱ δὲ ἀνηγάγοντο ἐπʼ αὐτὸν εἴκοσι ναυσίν, ἃς ὁ Δωριεὺς φυγὼν πρὸς τὴν γῆν ἀνεβίβαζε τὰς αὑτοῦ τριήρεις,1 ὡς ἤνοιγε, περὶ τὸ Ῥοίτειον.

不久之后,戴阿哥拉斯之子多里厄斯在初冬拂晓时分,率领十四艘舰船自罗得岛驶入赫勒斯滂。雅典的白昼瞭望哨发现后向将领们发出信号。将领们遂出动二十艘舰船迎击,多里厄斯躲避这些船只,顺势逃向陆地,在空间允许之处将自己的三列桨座战船冲滩搁浅在罗伊特伊翁附近。

§1.1.3

ἐγγὺς δὲ γενομένων τῶν Ἀθηναίων ἐμάχοντο ἀπό τε τῶν νεῶν καὶ τῆς γῆς μέχρι οἱ Ἀθηναῖοι ἀπέπλευσαν εἰς Μάδυτον πρὸς τὸ ἄλλο στρατόπεδον οὐδὲν πράξαντες.

雅典人逼近后,双方自海上船只与陆地上展开激战,直至雅典人毫无所获地撤退到马杜托斯的其余大军驻地。

§1.1.4

Μίνδαρος δὲ κατιδὼν τὴν μάχην ἐν Ἰλίῳ θύων τῇ Ἀθηνᾷ, ἐβοήθει ἐπὶ τὴν θάλατταν, καὶ καθελκύσας τὰς ἑαυτοῦ τριήρεις ἀπέπλει, ὅπως ἀναλάβοι τὰς μετὰ Δωριέως.

明达罗斯在伊利翁向雅典娜献祭时望见这番战斗,便赶赴海边增援,将自己的三列桨座战船推下水并起航出海,以便搭救多里厄斯手下的船只。

§1.1.5

οἱ δὲ Ἀθηναῖοι ἀνταναγαγόμενοι ἐναυμάχησαν περὶ Ἄβυδον κατὰ τὴν ᾐόνα, μέχρι δείλης ἐξ ἑωθινοῦ. καὶ τὰ μὲν νικώντων, τὰ δὲ νικωμένων,2 Ἀλκιβιάδης ἐπεισπλεῖ δυοῖν δεούσαις εἴκοσι ναυσίν.

雅典人亦出海相迎,在阿比多斯附近沿着海岸自清晨激战至傍晚。双方互有胜负、胶着不下之际,阿尔基比亚德斯率领缺少两艘满二十艘的战船驶入战场增援。

§1.1.6

ἐντεῦθεν δὲ φυγὴ τῶν Πελοποννησίων ἐγένετο πρὸς τὴν Ἄβυδον· καὶ ὁ Φαρνάβαζος παρεβοήθει, καὶ ἐπεισβαίνων τῷ ἵππῳ εἰς τὴν θάλατταν μέχρι δυνατὸν ἦν ἐμάχετο, καὶ τοῖς ἄλλοις τοῖς αὑτοῦ ἱππεῦσι καὶ πεζοῖς παρεκελεύετο.

由此,伯罗奔尼撒人向着阿比多斯溃逃;法尔纳巴佐斯亦赶来救援,他骑马冲入海中,直到水深所及之处奋力搏战,并催促激励手下的其余骑兵与步兵。

§1.1.7

συμφράξαντες δὲ τὰς ναῦς οἱ Πελοποννήσιοι καὶ παραταξάμενοι πρὸς τῇ γῇ ἐμάχοντο. Ἀθηναῖοι δὲ ἀπέπλευσαν, τριάκοντα ναῦς τῶν πολεμίων λαβόντες κενὰς καὶ ἃς αὐτοὶ ἀπώλεσαν κομισάμενοι, εἰς Σηστόν.

伯罗奔尼撒人将船只紧密连结,沿着陆地列阵奋战。雅典人缴获了敌方三十艘空船,收回了自己曾损失的船只,随后驶往塞斯托斯。

§1.1.8

ἐντεῦθεν πλὴν τετταράκοντα νεῶν ἄλλαι ἄλλῃ ᾤχοντο ἐπʼ ἀργυρολογίαν ἔξω τοῦ Ἑλλησπόντου· καὶ ὁ Θράσυλλος, εἷς ὢν τῶν στρατηγῶν, εἰς Ἀθήνας ἔπλευσε ταῦτα ἐξαγγελῶν καὶ στρατιὰν καὶ ναῦς αἰτήσων.

随后,除四十艘舰船外,其余舰船分赴各地到赫勒斯滂之外去筹集资金;将领之一的斯拉苏卢斯则驶往雅典,去通报这些战况并请求增派军队与船只。

§1.1.9

μετὰ δὲ ταῦτα Τισσαφέρνης ἦλθεν εἰς Ἑλλήσποντον· ἀφικόμενον δὲ παρʼ αὐτὸν μιᾷ τριήρει Ἀλκιβιάδην ξένιά τε καὶ δῶρα ἄγοντα συλλαβὼν εἶρξεν ἐν Σάρδεσι, φάσκων κελεύειν βασιλέα πολεμεῖν Ἀθηναίοις.

此后,提萨斐尼来到赫勒斯滂;阿尔基比亚德斯乘一艘战船前去拜会,并携带宾主礼品与礼物,提萨斐尼却将他逮捕并关押在萨第斯,声称大王命令对雅典人开战。

§1.1.10

ἡμέραις δὲ τριάκοντα ὕστερον Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου τοῦ ἁλόντος ἐν Καρίᾳ ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν3 εἰς Κλαζομενάς·

三十天后,阿尔基比亚德斯与在卡里亚被俘的曼提透斯设法弄到马匹,在夜间从萨第斯逃脱至克拉佐墨奈。

§1.1.11

οἱ δʼ ἐν Σηστῷ Ἀθηναῖοι, αἰσθόμενοι Μίνδαρον πλεῖν ἐπʼ αὐτοὺς μέλλοντα ναυσὶν ἑξήκοντα, νυκτὸς ἀπέδρασαν εἰς Καρδίαν. ἐνταῦθα δὲ καὶ Ἀλκιβιάδης ἧκεν ἐκ τῶν Κλαζομενῶν σὺν πέντε τριήρεσι καὶ ἐπακτρίδι. πυθόμενος δὲ ὅτι αἱ τῶν Πελοποννησίων νῆες ἐξ Ἀβύδου ἀνηγμέναι εἶεν εἰς Κύζικον, αὐτὸς μὲν πεζῇ ἦλθεν εἰς Σηστόν, τὰς δὲ ναῦς περιπλεῖν ἐκεῖσε ἐκέλευσεν.

塞斯托斯的雅典人察觉明达罗斯正准备率领六十艘船向他们扑来,便在夜间逃往卡耳狄亚。阿尔基比亚德斯亦率领五艘三列桨战船和一艘轻型船从克拉佐墨奈赶到那里。他得知伯罗奔尼撒人的舰队已从阿比多斯起航开往基齐库斯,便自己步行前往塞斯托斯,并命令船只绕航至该地。

§1.1.12

ἐπεὶ δʼ ἦλθον, ἀνάγεσθαι ἤδη αὐτοῦ μέλλοντος ὡς ἐπὶ ναυμαχίαν ἐπεισπλεῖ Θηραμένης εἴκοσι ναυσὶν ἀπὸ Μακεδονίας, ἅμα δὲ καὶ Θρασύβουλος εἴκοσιν ἑτέραις ἐκ Θάσου, ἀμφότεροι ἠργυρολογηκότες.

船只到达后,正当他准备出海进行海战时,塞拉迈涅斯率领二十艘船从马其顿驶入增援,同时斯拉苏布洛斯亦率领另外二十艘船自萨索斯赶来,二者均已筹得军饷。

§1.1.13

Ἀλκιβιάδης δὲ εἰπὼν καὶ τούτοις διώκειν αὐτὸν ἐξελομένοις τὰ μεγάλα ἱστία4 αὐτὸς ἔπλευσεν εἰς Πάριον· ἁθρόαι δὲ γενόμεναι αἱ νῆες ἅπασαι ἐν Παρίῳ ἓξ καὶ ὀγδοήκοντα τῆς ἐπιούσης νυκτὸς ἀνηγάγοντο, καὶ τῇ ἄλλῃ ἡμέρᾳ περὶ ἀρίστου ὥραν ἧκον εἰς Προκόννησον.

阿尔基比亚德斯吩咐他们也降下大帆跟随自己,随后自己航向帕里翁;所有舰船在帕里翁汇合,总数达八十六艘,于次夜启航,次日早餐时分抵达普罗孔涅索斯。

§1.1.14

ἐκεῖ δʼ ἐπύθοντο ὅτι Μίνδαρος ἐν Κυζίκῳ εἴη καὶ Φαρνάβαζος μετὰ τοῦ πεζοῦ. ταύτην μὲν οὖν τὴν ἡμέραν αὐτοῦ ἔμειναν, τῇ δὲ ὑστεραίᾳ Ἀλκιβιάδης ἐκκλησίαν ποιήσας παρεκελεύετο αὐτοῖς ὅτι ἀνάγκη εἴη καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ τειχομαχεῖν· οὐ γὰρ ἔστιν, ἔφη, χρήματα ἡμῖν, τοῖς δὲ πολεμίοις ἄφθονα παρὰ βασιλέως.

他们在那里获悉,明达罗斯身在基齐库斯,法尔纳巴佐斯亦带着步兵驻于该处。于是他们当天留在原地,次日阿尔基比亚德斯召集军民大会,激励众人称必须进行海战、陆战并攻打要塞;他说:“因为我们没有金钱,而敌人却能从大王那里得到充裕的资助。”

语法注4 条
  1. 1.1.2ἃς ὁ Δωριεὺς φυγὼν πρὸς τὴν γῆν ἀνεβίβαζε τὰς αὑτοῦ τριήρεις

    关系代词 ἃς 指向前文的先行词 εἴκοσι ναυσίν,作分词 φυγών 的直接宾语(“躲避这些船只”)。主句动词 ἀνεβίβαζε(“冲滩搁浅”)的直接宾语则由后随的名词短语 τὰς αὑτοῦ τριήρεις 承担。

  2. 1.1.5καὶ τὰ μὲν νικώντων, τὰ δὲ νικωμένων

    此为无显式名词主语的属格独立结构。中性复数宾格短语 τὰ μέν ... τὰ δέ 作状语(“一方面……另一方面……”或“有的局部……有的局部……”),分词 νικώντων 与 νικωμένων 的逻辑主语泛指交战双方,表示战局胶着、互有胜负。

  3. 1.1.10Ἀλκιβιάδης ἐκ Σάρδεων μετὰ Μαντιθέου τοῦ ἁλόντος ἐν Καρίᾳ ἵππων εὐπορήσαντες νυκτὸς ἀπέδρασαν

    意合构造(constructio ad sensum):句法主语 Ἀλκιβιάδης 虽为单数,但因与介词短语 μετὰ Μαντιθέου 结合构成复数概念,因而后续的分词 εὐπορήσαντες 与主变位动词 ἀπέδρασαν 均采用复数形式。

  4. 1.1.13διώκειν αὐτὸν ἐξελομένοις τὰ μεγάλα ἱστία

    与格分词 ἐξελομένοις 与前文指代塞拉迈涅斯与斯拉苏布洛斯等人的间接宾语 καὶ τούτοις 一致。代词 αὐτόν 作不定式 διώκειν 的直接宾语,指阿尔基比亚德斯本人(“跟随他”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg001.humanitext-grc2:1.1.1-1.1.14