← 新约圣经

启示录

§9.1-9.21

第五与第六支号:蝗虫之灾与骑兵队的杀戮

第五位天使吹号,无底坑中释放出如蝎子般折磨人的蝗虫群;第六位天使吹号,幼发拉底河被捆绑的四位使者与大批骑兵被释放,诛杀了人类的三分之一,但残存的人仍不肯悔改其偶像崇拜与诸般恶行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα1 εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου·

第五位天使吹号,我就看见一颗从天落到地上的星,有无底坑的钥匙赐给他。

§9.2

καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, "καὶ ἀνέβη καπνὸς" ἐκ τοῦ φρέατος "ὡς καπνὸς καμίνου" μεγάλης, καὶ "ἐσκοτώθη ὁ ἥλιος" καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.

他开了无底坑,就有烟从坑里往上冒,好像大火炉的烟;日头和天空都因这坑的烟变黑暗了。

§9.3

καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον "ἀκρίδες εἰς τὴν γῆν," καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.

有蝗虫从烟中出来飞到地上,有权柄赐给它们,好像地上蝎子的权柄一样。

§9.4

καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν "τὸν χόρτον τῆς γῆς" οὐδὲ "πᾶν χλωρὸν" οὐδὲ "πᾶν δένδρον," εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι "τὴν σφραγῖδα" τοῦ θεοῦ "ἐπὶ τῶν μετώπων."

并且吩咐它们,不可伤害地上的草、任何青物和任何树木,唯独可以伤害额上没有神印记的人。

§9.5

καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλʼ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

但不许它们杀死他们,只叫他们受痛苦五个月;这痛苦好像蝎子螫人的痛苦一样。

§9.6

καὶ ἐν ταῖς ἡμέραις ἐκείναις "ζητήσουσιν" οἱ ἄνθρωποι "τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν" αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπʼ αὐτῶν.

在那些日子,人要求死,决寻不见;切望要死,死却远离他们。

§9.7

καὶ "τὰ ὁμοιώματα" τῶν ἀκρίδων "ὅμοια ἵπποις" ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχαν τρίχας ὡς τρίχας γυναικῶν, καὶ "οἱ ὀδόντες αὐτῶν ὡς λεόντων" ἦσαν, καὶ εἶχαν θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν "ὡς φωνὴ ἁρμάτων" ἵππων πολλῶν "τρεχόντων εἰς πόλεμον·" καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.

蝗虫的形象好像预备出战的马一样,头戴好像金冠冕之物,脸面好像人的脸面,头发像女人的头发,牙齿像狮子的牙齿,胸前有甲好像铁甲,翅膀的声音好像许多车马奔跑上阵的声音;又有尾巴像蝎子,并有毒刺,它们的尾巴有权柄伤人五个月。

§9.11

ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἐβραϊστὶ Ἀβαδδών καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

有无底坑的使者作它们的王,按着希伯来话名叫亚巴顿,按着希腊话名叫阿波伦。

§9.12

Ἡ Οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο Οὐαὶ μετὰ ταῦτα.

第一样灾祸过去了;看哪,这事以后,还有两样灾祸要来。

§9.13

Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, λέγοντα2 τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων3 τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.

第六位天使吹号,我就听见一个声音从神面前金坛的各角发出来,对拿着号的第六位天使说:“把那捆绑在幼发拉底大河的四个使者释放了。”

§9.15

καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.

那四个使者就被释放;他们原是为那时、那日、那月、那年预备好,要杀害人类的三分之一。

§9.16

καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δὶς μυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.

骑兵的数目有二万万;他们的数目我听见了。

§9.17

καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.

我在异象中这样看见那些马和骑马的,骑马的胸前有火、紫玛瑙和硫磺的甲;马的头好像狮子的头,有火、烟、硫磺从马的口中喷出来。

§9.18

ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.

口中所喷出的火、烟和硫磺,这三样灾害杀死了人类的三分之一。

§9.19

ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστὶν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

这马的权柄是在口里和尾巴上;因为它们的尾巴像蛇,并且有头,用头来害人。

§9.20

καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ "τῶν ἔργων τῶν χειρῶν αὐτῶν," ἵνα μὴ προσκυνήσουσιν4 "τὰ δαιμόνια" καὶ "τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν "δύνανται "οὔτε ἀκούειν οὔτε περιπατεῖν," καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ "τῶν φαρμάκων" αὐτῶν οὔτε ἐκ "τῆς πορνείας" αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

其余未曾被这些灾害所杀的人,仍旧不悔改他们手所做的,以致不去敬拜鬼魔和那些不能看、不能听、不能走,金、银、铜、石、木的偶像;又不悔改他们的凶杀、邪术、淫乱、偷盗。

语法注4 条
  1. 9.1πεπτωκότα

    完成时主动分词阳性单数宾格。此处使用完成时分词而非现在时分词,表明它所描绘的不是正在从天上掉落的过程,而是已经坠落并停留在地上的状态。

  2. 9.14λέγοντα

    现在时主动分词阳性单数宾格。修饰阴性宾格名词 φωνήν(声音),属于依意合应(constructio ad sensum),表明发声者被视为具有位格的存在(神或天使),因而未机械遵循语法上的阴性一致。

  3. 9.14ὁ ἔχων

    阳性单数主格定冠词及现在时主动分词。虽然同格修饰与格间接宾语 τῷ ἕκτῳ ἀγγέλῳ(给第六位天使),但未按语法取与格形式(τῷ ἔχοντι),而是直接保留主格,作为悬垂主格或称号式的主格同位语。

  4. 9.20ἵνα μὴ προσκυνήσουσιν

    否定副词 μή 接直说语气将来时第三人称复数。在通用希腊语中,ἵνα 后偶接将来时直说语气而非虚拟语气。此处承接前面的 οὐ μετενόησαν ἐκ...,表示悔改应达成的结果与内容,即“未曾悔改以致停止敬拜鬼魔与偶像”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:9.1-9.21