- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:10.1-10.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰看见一位身披云彩、手持展开小书卷的大力天使,并受命封印七雷所说的话。在天使起誓神的奥秘不再耽延而将成全后,约翰接过小书卷吃下,口中虽甜腹中却苦,随后受命再次预言。
Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός, καὶ ἔχων1 ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται.
我又看见另一位大力的天使从天降下,披着云彩,头上有彩虹,脸面像太阳,两脚像火柱,手里拿着展开的小书卷。他把右脚踏在海面上,左脚踏在陆地上,大声呼喊,好像狮子吼叫。
καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
他呼喊的时候,就有七雷发出自己的声音。
Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν "Σφράγισον" ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
七雷说话的时候,我正要写出来,就听见从天上有声音说:“要封上七雷所说的,不可写出来。”
Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, "ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, " "καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας "τῶν αἰώνων, "ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ [καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ], "ὅτι χρόνος οὐκέτι ἔσται·2
我所看见那站在海面和陆地上的天使,向天举起右手来,指着那创造天和天上之物、地和地上之物、海和海中之物,直活到永永远远的那位起誓说:“不再耽延了!
ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη3 "τὸ μυστήριον τοῦ θεοῦ," ὡς εὐηγγέλισεν "τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας."
反倒在第七位天使发声的日子,当他将要吹号的时候,神的奥秘就成全了,正如神向他自己的仆人众先知所传的佳音一样。”
Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ καὶ λέγουσαν4 Ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
我从天上所听见的那声音,又与我说话,说:“你去,拿那站在海面和陆地上的天使手中展开的书卷。”
καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι "τὸ βιβλαρίδιον. καὶ λέγει μοι" Λάβε "καὶ κατάφαγε" αὐτό, καὶ πικρανεῖ "σου τὴν κοιλίαν," ἀλλʼ ἐν "τῷ στόματί σου" ἔσται γλυκὺ ὡς μέλι.
我就走到天使那里,对他说,把小书卷给我。他就对我说:“拿去,吃尽它;它必叫你肚子发苦,但在你口中要甜如蜜。”
καὶ ἔλαβον "τὸ βιβλαρίδιον" ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου "καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ·" καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
我从天使手中接过小书卷,吃尽了;在我口中甜如蜜,但我吃了以后,肚子就发苦了。
καὶ λέγουσίν μοι "Δεῖ σε" πάλιν "προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν" πολλοῖς.
他们又对我说:“你必指着许多民族、邦国、方言和君王,再说预言。”
- 10.2καὶ ἔχων
此处为主格分词,承接第1节中与 ἄγγελον 一致的宾格分词 καταβαίνοντα 和 περιβεβλημένον,属于破格语法(句法中断)或分词独立作谓语的用法。在语境中宜作限定动词理解并翻译为“手里拿着/他有”。
- 10.6ὅτι χρόνος οὐκέτι ἔσται
此处的 χρόνος 取“延迟、耽搁”之意,而非形而上学意义上的“时间”。由于紧接着有 ἀλλʼ ἐν ταῖς ἡμέραις...(反倒在……的日子)引出对照,表明神的计划不再拖延,故当理解为“不再有耽延/不再推迟”。
- 10.7καὶ ἐτελέσθη
在时间从属从句 ὅταν μέλλῃ σαλπίζειν 之后的归结句开头使用的 καί 属于闪米特语言习惯(归结词 καί)。不定过去时直陈语气 ἐτελέσθη 则作先行的或预言性的过去时(proleptic aorist),以过去形式断言未来必成的定局。
- 10.8Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ καὶ λέγουσαν
本句以主格名词短语 ἡ φωνή 开头,随后的分词 λαλοῦσαν 与 λέγουσαν 却采用了宾格。这属于悬空主格(nominative pendens)与心理上受省略的感官动词(或前文 ἤκουσα)支配的宾格混合构成的句式错位。
