- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:8.1-8.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第七印揭开后天上寂静,天使将祭坛香炉的火倒在地上;随后前四位天使吹号,灾难相继降在陆地、海洋、水源和天体之上,紧接着一只鹰宣告其余三号将带来更大的祸害。
Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον.
〔羔羊〕揭开第七印的时候,天上寂静约有半小时。
καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ "ἐδόθησαν" αὐτοῖς ἑπτὰ σάλπιγγες.
我看见站在神面前的七位天使,有七支号赐给了他们。
Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ "ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου" ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ "θυμιάματα" πολλὰ ἵνα δώσει "ταῖς προσευχαῖς1" τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
另有一位天使拿着金香炉来,站在祭坛旁边;有许多香赐给他,要他在宝座前的金坛上,与众圣徒的祈祷一同献上。
καὶ ἀνέβη ὁ καπνὸς "τῶν θυμιαμάτων ταῖς προσευχαῖς" τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
那香的烟与众圣徒的祈祷,从天使手中升到神面前。
καὶ εἴληφεν ὁ ἄγγελος "τὸν λιβανωτόν," καὶ "ἐγέμισεν" αὐτὸν ἐκ "τοῦ πυρὸς τοῦ θυσιαστηρίου," καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο "βρονταὶ" καὶ "φωναὶ" καὶ "ἀστραπαὶ" καὶ σεισμός.
天使拿着香炉,盛满了坛上的火,倒在地上;随即便有雷轰、声音、闪电、地震。
Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς ἵνα σαλπίσωσιν.
拿着七支号的七位天使预备要吹号。
Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ "ἐγένετο χάλαζα καὶ πῦρ" μεμιγμένα ἐν "αἵματι," καὶ ἐβλήθη "εἰς τὴν γῆν·" καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
第一位〔天使〕吹号,就有雹子与火搀着血丢在地上;地的三分之一被烧了,树木的三分之一被烧了,一切青草也被烧了。
Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ "ὡς ὄρος" μέγα "πυρὶ καιόμενον" ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
第二位天使吹号,就有一座好像火烧的大山丢在海里;海的三分之一变成了血,海中的受造之物有生命的死了三分之一,船只也坏了三分之一。
Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ "ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ" μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
第三位天使吹号,就有一颗烧着像火把的大星从天落下,落在江河的三分之一和众水泉上。
καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ὁ Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
这星名叫“苦艾”。众水的三分之一变成了苦艾,因水变苦,许多人就因这水死了。
Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
第四位天使吹号,日头的三分之一、月亮的三分之一、星辰的三分之一都被击打,以致它们的三分之一变黑暗了,白昼的三分之一没有光,黑夜也是这样。
Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ Οὐαί οὐαί οὐαὶ τοὺς κατοικοῦντας2 ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
我观看,又听见一只在空中飞翔的鹰大声说:“祸哉!祸哉!祸哉!地上的居民,因其余三位天使快要吹的号声,有祸了!”
- 8.3ἵνα δώσει ταῖς προσευχαῖς
连词 ἵνα 后接将来时直陈式(或第一不定过去时变体)δώσει 表示目的。与格 ταῖς προσευχαῖς 在此表伴随或追加,意为将香“添在众圣徒的祈祷中”一同献上(亦可理解为祈祷之利益的与格)。
- 8.13Οὐαί οὐαί οὐαὶ τοὺς κατοικοῦντας
感叹词 οὐαί 通常支配与格(如 οὐαὶ αὐτοῖς),但此处后接宾格 τοὺς κατοικοῦντας。此用法可视为表示受害对象的“感叹宾格”,体现了《启示录》特有的希腊语文法风格。
