- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:7.1-7.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
天使受命暂缓灾害,直到以色列各支派中十四万四千人额上受印。随后,从大患难中出来的白袍大群在宝座和羔羊前敬拜赞美,得蒙神永久的庇护与抚慰。
Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας "ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς," κρατοῦντας "τοὺς τέσσαρας ἀνέμους" τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
此后,我看见四位天使站在地的四极,执掌地上四方的风,叫风不吹在地上、海上和任何树上。
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς1 ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι "σφραγίσωμεν" τοὺς δούλους τοῦ θεοῦ ἡμῶν "ἐπὶ τῶν μετώπων" αὐτῶν.
我又看见另一位天使从日出之地升上来,拿着永生神的印。他向那得着权柄能伤害地和海的四位天使大声喊着,说:“你们不可伤害地、海和树木,等我们在我们神的众仆人额上盖上了印。”
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες, ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευεὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
我听见受印者的数目,在以色列子孙各支派中受印的共有十四万四千: 犹大支派中受印的有一万二千,吕便支派中有一万二千,迦得支派中有一万二千,亚设支派中有一万二千,拿弗他利支派中有一万二千,玛拿西支派中有一万二千,西缅支派中有一万二千,利未支派中有一万二千,以萨迦支派中有一万二千,西布伦支派中有一万二千,约瑟支派中有一万二千,便雅悯支派中受印的有一万二千。
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους2 στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ "καθημένῳ ἐπὶ τῷ θρόνῳ" καὶ τῷ ἀρνίῳ.
这些事以后,我观看,看哪,有大批群众,没有人能数得过来,是从各邦国、各支派、各民族、各语言来的,站在宝座前和羔羊前,身穿白袍,手中拿着棕树枝,大声喊着说: “愿救恩归于坐在宝座上我们的神,也归于羔羊!”
καὶ πάντες οἱ ἄγγελοι ἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν].
众天使都站在宝座和众长老并四个活物的周围,在宝座前面伏于地,敬拜神,说:“阿们!颂赞、荣耀、智慧、感谢、尊贵、权能、力量都归于我们的神,直到世世代代!阿们。”
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
长老中有一位回应我,说:“这些身穿白袍的人是谁?是从哪里来的?”
καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς "θλίψεως" τῆς μεγάλης, καὶ "ἔπλυναν τὰς στολὰς αὐτῶν" καὶ ἐλεύκαναν αὐτὰς "ἐν τῷ αἵματι" τοῦ ἀρνίου.
我对他说:“我主,你是知道的。”他就对我说:“这些人是从大患难中出来的,曾洗净了自己的衣袍,并在羔羊的血中使它们洁白。
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ "καθήμενος ἐπὶ τοῦ θρόνου" σκηνώσει ἐπʼ αὐτούς.
为此,他们得以在神的宝座前,昼夜在他殿中事奉他;那坐在宝座上的,必用帐幕覆庇他们。
"οὐ πεινάσουσιν" ἔτι "οὐδὲ διψήσουσιν" ἔτι, "οὐδὲ μὴ πέσῃ3 ἐπʼ αὐτοὺς ὁ "
他们不再饥,也不再渴;日头或任何炎热也必不落在他们身上。
"ἥλιος οὐδὲ "πᾶν "καῦμα," ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου "ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς" ἐπὶ "ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν" αὐτῶν.
因为宝座当中的羔羊必牧养他们,领他们到生命泉水那里;神也必从他们的眼中擦去一切的眼泪。”
- 7.2οἷς ἐδόθη αὐτοῖς
关系代名词 οἷς(与格)之后,同受被动动词 ἐδόθη 支配的人称代名词 αὐτοῖς(与格)以冗余方式紧随其后。古典希腊语通常省略此类代词,此处是闪米特语语法结构(关系从句中出现复指代词)影响的典型体现。
- 7.9ἑστῶτες ... περιβεβλημένους
格的不一致(破格结构)。接在集合单数名词 ὄχλος 之后,首个分词 ἑστῶτες 按意合(constructio ad sensum)采用主格阳性复数,而并列的后续分词 περιβεβλημένους 则重新受到主句支配动词 εἶδον(“我看见”)的宾格支配,变为宾格阳性复数。
- 7.16οὐδὲ μὴ πέσῃ
承接否定连词 οὐδέ(“也不”)之后,连接了由双重否定 οὐ μή 搭配不定过去时虚拟式 πέσῃ 构成的强否定句式,断然排除了未来发生该动作的一切可能(“绝不落在他们身上”)。
