- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:6.1-6.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
羔羊依次揭开前六印,引出了四骑士的灾祸,展现了殉道者的呼冤与所领受的安慰,并显明天地异象以及全人类在神与羔羊忿怒的审判日面前的惊恐战栗。
Καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς Ἔρχου.
我又看见羔羊揭开七印中第一印的时候,听见四个活物中的一个,声音如雷,说:“来!”
καὶ εἶδον, καὶ ἰδοὺ "ἵππος λευκός," καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
我就观看,看哪,有一匹白马,骑在马上的拿着弓,并且有冠冕赐给他。他就出来,胜了又要胜。
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος Ἔρχου.
羔羊揭开第二印的时候,我听见第二个活物说:“来!”
καὶ ἐξῆλθεν ἄλλος "ἵππος πυρρός," καὶ τῷ καθημένῳ ἐπʼ αὐτὸν ἐδόθη [αὐτῷ] λαβεῖν τὴν εἰρήνην [ἐκ] τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν,1 καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
就另有一匹马出来,是红色的;有权柄赐给那骑马的,可以从地上夺去太平,使人彼此相杀,又有一把大刀赐给他。
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος Ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ "ἵππος μέλας," καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
羔羊揭开第三印的时候,我听见第三个活物说:“来!”我就观看,看哪,有一匹黑马,骑在马上的手里拿着天平。
καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν Χοῖνιξ σίτου δηναρίου,2 καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
我听见在四个活物当中似乎有声音说:“一升麦子一块钱,三升大麦一块钱;油和酒不可糟蹋。”
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος Ἔρχου.
羔羊揭开第四印的时候,我听见第四个活物的声音说:“来!”
καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω [αὐτοῦ] ὄνομα αὐτῷ [Ὁ] "Θάνατος," καὶ "ὁ ᾄδης" ᾐκολούθει μετʼ αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν "ῥομφαίᾳ καὶ" ἐν "λιμῷ καί" ἐν "θανάτῳ καὶ" ὑπὸ τῶν "θηρίων τῆς γῆς."
我就观看,看哪,有一匹苍白的马,骑在马上的,名字叫作“死”,阴府也随着他;有权柄赐给他们管辖地上的四分之一,用刀剑、饥荒、瘟疫、地上的野兽杀害人。
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον. καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες "Ἕως πότε, ὁ δεσπότης" ὁ ἅγιος καὶ ἀληθινός, οὐ "κρίνεις" καὶ "ἐκδικεῖς τὸ αἷμα" ἡμῶν ἐκ "τῶν κατοικούντων ἐπὶ τῆς γῆς;"
羔羊揭开第五印的时候,我看见在祭坛底下,有为神的道并为作见证被杀之人的灵魂,大声喊着说:“圣洁真实的主宰啊,你不审判住在地上的人,给我们伸流血的冤,要到几时呢?”
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν3 καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
于是有白袍赐给他们各人,又有话吩咐他们还要安息片刻,直到同作仆人的和他们的弟兄,就是那些将要像他们一样被杀的人,数目得以满足。
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ "ὁ ἥλιος" ἐγένετο μέλας ὡς σάκκος τρίχινος, "καὶ ἡ σελήνη" ὅλη ἐγένετο ὡς "αἷμα," καὶ "οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν" εἰς τὴν γῆν, "ὡς συκῆ" βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, "καὶ ὁ οὐρανὸς" ἀπεχωρίσθη "ὡς βιβλίον ἑλισσόμενον," καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
我又看见羔羊揭开第六印的时候,地大震动,日头变黑像粗糙的毛布,满月变红像血,天上的星辰坠落于地,如同无花果树被大风摇动,落下未熟的果子一样。天就挪移,好像书卷被卷起来;山岭海岛都被挪移离开本位。
"καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες" καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος "ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας" τῶν ὀρέων·
地上的君王、臣宰、统领、富户、勇士,和一切为奴的、自主的,都藏在山洞和岩石穴里,向山岭和岩石说:
"καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις Πέσατε ἐφʼ ἡμᾶς" καὶ "κρύψατε ἡμᾶς" ἀπὸ προσώπου τοῦ "καθημένου ἐπὶ τοῦ θρόνου" καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν "ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς" αὐτῶν, "καὶ τίς δύναται σταθῆναι;"
“倒在我们身上吧!把我们藏起来,躲避坐在宝座上者的面目和羔羊的忿怒;因为他们忿怒的大日到了,谁能站立得住呢?”
- 6.4ἐδόθη [αὐτῷ] λαβεῖν τὴν εἰρήνην [ἐκ] τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξουσιν
不定词 λαβεῖν 与带有 σφάξουσιν 的 ἵνα 从句由 καὶ 并列连接,共同充当被动动词 ἐδόθη 的实质主语。这种不定词与从句并列表达受动内容的现象是启示录希腊语的常见构文特色。
- 6.6Χοῖνιξ σίτου δηναρίου
δηναρίου 为代价属格(genitive of price),修饰省略动词的名词性短语 Χοῖνιξ σίτου,表明宣告的物价结构,即“一升麦子需一得拿利”。
- 6.11ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν
时间连词 ἕως 引出被动不定过去式虚拟语气 πληρωθῶσιν,表达“直到同作仆人的……数目满额/完全”的时间终点界限。
