← 新约圣经

启示录

§2.1-2.29

致以弗所等小亚细亚四教会的书信

基督致信以弗所、士每拿、别迦摩和推雅推喇四个教会,称赞其坚忍忠信,斥责异端教训与偶像崇拜的妥协,并向得胜者宣告终末的赏赐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Τῷ ἀγγέλῳ τῷ ἐν Ἐφέσῳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν, Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακες.

你要写信给在以弗所教会的使者:‘那右手拿着七星、在七个金灯台中间行走的,这样说:我知道你的行为、你的劳碌和你的忍耐,也知道你不能容忍恶人,并且你曾试验那些自称是使徒却不是使徒的,看出他们是假的来;你也有忍耐,曾为我的名承受磨炼,并不疲倦。

§2.4

ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.

然而,有一件事我要责备你,就是你放弃了你起初的爱心。

§2.5

μνημόνευε οὖν πόθεν πέπτωκες, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.

所以应当回想你是从哪里坠落的,并要悔改,行起初所行的事;否则,我就临到你那里,你若不悔改,就把你的灯台从原处挪去。

§2.6

ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.

然而,你还有一件可取的事,就是你恨恶尼哥拉党人的行为,那也是我所恨恶的。

§2.7

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ1 "φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς," ὅ ἐστιν "ἐν τῷ παραδείσῳ τοῦ θεοῦ."

凡有耳的,就应当听圣灵向众教会所说的话。得胜的,我必将神乐园中生命树的果子赐给他吃。’

§2.8

Καὶ τῷ ἀγγέλῳ τῷ ἐν Σμύρνῃ ἐκκλησίας γράψον Τάδε λέγει "ὁ πρῶτος καὶ ὁ ἔσχατος," ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν, Οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.

你要写信给在士每拿教会的使者:‘那首先的、末后的,曾经死过又活过来的,这样说:我知道你的患难和贫穷——你却是富足的——也知道那些自称是犹太人、其实不是、而是撒但一会的人所说的毁谤话。

§2.10

μὴ φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα "πειρασθῆτε," καὶ ἔχητε θλίψιν "ἡμερῶν δέκα." γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.

你将要受的苦,不用害怕。看哪,魔鬼要把你们当中的几个人下在监里,叫你们受试炼,你们必受患难十日。你务要至死忠心,我就赐给你生命的冠冕。

§2.11

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

凡有耳的,就应当听圣灵向众教会所说的话。得胜的,绝不会受第二次死的害。’

§2.12

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντίπας,2 ὁ μάρτυς μου, ὁ πιστός [μου], ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.

你要写信给在别迦摩教会的使者:‘那拿着两刃利剑的,这样说:我知道你居住的地方,就是在撒但座位之处;然而你坚守我的名,甚至在我的忠信见证人安提帕在你们中间、撒但所住的地方被杀的那些日子里,你也没有否认对我的信仰。

§2.14

ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν "Βαλαάμ," ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον "τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι·"

然而,有几件事我要责备你:因为在你那里,有人坚守巴兰的教训;这巴兰曾教导巴勒在以色列人面前安放绊脚石,叫他们吃祭偶像之物,行淫乱的事。

§2.15

οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν Νικολαϊτῶν ὁμοίως.

同样,在你那里也有人照样坚守尼哥拉党人的教训。

§2.16

μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.

所以你当悔改;若不悔改,我就快临到你那里,用我口中的剑与他们作战。

§2.17

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον "ὄνομα καινὸν" γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.

凡有耳的,就应当听圣灵向众教会所说的话。得胜的,我必将那隐藏的吗哪赐给他,并赐他一块白石,石上写着新名,除了那领受的以外,没有人认识。’

§2.18

Καὶ τῷ ἀγγέλῳ τῷ ἐν Θυατείροις ἐκκλησίας γράψον Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων "τοὺς ὀφθαλμοὺς [αὐτοῦ] ὡς" φλόγα "πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ," Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.

你要写信给在推雅推喇教会的使者:‘神的儿子,那双目如火焰、双脚如同精铜的,这样说:我知道你的行为、你的爱心、信心、服事与忍耐,也知道你末后所行的事比起初所行的更多。

§2.20

ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους "πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα."

然而,有一件事我要责备你,就是你容让那自称是女先知的妇人耶洗别;她教导并引诱我的众仆人,叫他们行淫乱,吃祭偶像之物。

§2.21

καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετʼ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσουσιν ἐκ τῶν ἔργων αὐτῆς· καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ "ἐραυνῶν νεφροὺς καὶ καρδίας," καὶ "δώσω" ὑμῖν "ἑκάστῳ κατὰ τὰ ἔργα" ὑμῶν.

我曾给她悔改的时间,她却不肯悔改她的淫行。看哪,我要把她抛在病榻上,那些与她行淫的人,若不为她的行为悔改,我也要把他们抛在大患难里;我又要以死亡击杀她的儿女;众教会就会知道,我是那鉴察人的肺腑心肠的,并要照你们的行为报应你们各人。

§2.24

ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφʼ ὑμᾶς ἄλλο βάρος· πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω.

至于在推雅推喇其余的人,就是一切不随从这教训、不晓得他们所说的撒但深奥之事的人,我对你们说:我不再把别的重担放在你们身上;只要持守你们所有的,直等到我来。

§2.26

Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, "δώσω αὐτῷ3" ἐξουσίαν ἐπὶ "τῶν ἐθνῶν," καὶ "ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται," ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν.

那得胜又遵守我的作为到底的,我必赐给他管辖列国的权柄;他必用铁杖辖管他们,如同窑户的瓦器被彻底打碎,正如我也从我父领受了一样;我又要赐给他晨星。

§2.29

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

凡有耳的,就应当听圣灵向众教会所说的话。’

语法注3 条
  1. 2.7Τῷ νικῶντι δώσω αὐτῷ

    位于句首的与格分词短语 Τῷ νικῶντι 被后文的人称代名词与格 αὐτῷ 重复复指(悬垂与格加复指代词结构),起到突显主题的修辞效果。该与格指向得胜者,在句中由代词复指承接。

  2. 2.13ἐν ταῖς ἡμέραις Ἀντίπας

    专有名词 Ἀντίπας 在语法上处于修饰前置词短语 ἐν ταῖς ἡμέραις 的位置,本应作属格(Ἀντίπα),但此处以主格形式出现,与后接的主格同位语 ὁ μάρτυς μου 保持一致。句法上作时间定语(“在安提帕的日子里”),所有语言均一致处理为其受难的时段。

  3. 2.26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ

    并列的主格分词短语 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν 置于句首构成悬垂主格结构(casus pendens),随后由动词 δώσω 所支配的与格代词 αὐτῷ 复指承接。它在句法上作为主题提前,而非作为主句的主语与动词直接配合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:2.1-2.29