- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:1.1-1.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰阐述了来自耶稣基督的启示之缘起,并向亚细亚的七个教会致意。在拔摩岛上,他在圣灵的感动中得见荣耀的人子异象,并受命记录所见之事,解明七星与七金灯台的奥秘。
ΑΠΟΚΑΛΥΨΙΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ἥν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, "ἃ δεῖ γενέσθαι" ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάνει, ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.
耶稣基督的启示,就是神赐给他,叫他把必须快成的事指示给他的众仆人的;他差遣自己的使者,晓谕他的仆人约翰。约翰便为神之道和耶稣基督的见证,凡自己所看见的,都作了见证。
μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς.
那宣读这预言之言的,和那些听见又遵守其中所记载之事的,都是有福的,因为时期近了。
ΙΩΑΝΗΣ ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ "ὁ ὢν" καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,1 καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, "ὁ μάρτυς ὁ πιστός,2" ὁ "πρωτότοκος" τῶν νεκρῶν καὶ ὁ "ἄρχων τῶν βασιλέων τῆς γῆς." Τῷ ἀγαπῶντι ἡμᾶς καὶ "λύσαντι" ἡμᾶς "ἐκ τῶν ἁμαρτιῶν" [ἡμῶν] ἐν τῷ αἵματι αὐτοῦ, — καὶ ἐποίησεν ἡμᾶς "βασιλείαν, ἱερεῖς τῷ θεῷ" καὶ πατρὶ αὐτοῦ, — αὐτῷ3 ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.
约翰致亚细亚的七个教会:愿恩惠与平安从那在、昔在、以后永在者,从他宝座前的七灵,并从耶稣基督归与你们,他是那诚实的见证人,是从死里 首先复生的,也是地上君王的元首。 他爱我们,用自己的血使我们脱离 我们的罪,——又使我们成为国民,作归于他神和他父的祭司——,愿荣耀和权能归于他,直到永永远远。阿们。
"Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν," καὶ "ὄψεται" αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν "ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς." ναί, ἀμήν.
看哪,他驾云降临,众目 都要看见 他,连那刺他的人也要看见;地上的万族都要因他哀鸣。 是的,阿们。
"Ἐγώ εἰμι" τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει "Κύριος, ὁ θεός, ὁ ὢν" καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, "ὁ παντοκράτωρ."
“我是 阿拉法,是俄梅戛,”那在、昔在、以后永在者,全能者主神说。
Ἐγὼ Ἰωάνης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
我约翰,就是你们的弟兄,在耶稣里的患难、国度和忍耐上一同有份的,为了神之道和耶稣的见证,曾在那名叫拔摩的海岛上。
ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος λεγούσης Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδελφίαν καὶ εἰς Λαοδικίαν.
在主日,我在灵里,听见在我后面有大声音如号筒,说:“把你所看见的写在书上,达与那七个教会:在以弗所、士每拿、别迦摩、推雅推喇、撒狄、非拉铁非、老底嘉。”
Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν λυχνιῶν "ὅμοιον" "υἱὸν ἀνθρώπου,4 ἐνδεδυμένον ποδήρη" καὶ "περιεζωσμένον" πρὸς τοῖς μαστοῖς ζώνην "χρυσᾶν· "
我转过身来,要看那与我说话的声音;我一转身,就看见七个金灯台,灯台中间 有一位好像 人子,身穿垂到脚的衣服,胸间 系着金 带。
"ἡ "δὲ "κεφαλὴ αὐτοῦ" καὶ "αἱ τρίχες λευκαὶ ὡς ἔριον" λευκόν, "ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς" φλὸξ "πυρός, " "καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, "ὡς ἐν καμίνῳ πεπυρωμένης, "καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν," καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς "ὁ ἥλιος" φαίνει "ἐν τῇ δυνάμει αὐτοῦ."
他的 头与发皆白,如白羊毛,如雪;他的眼睛如火焰;他的脚好像精铜,如同在炉中炼过;他的声音如同众水的声音;他右手拿着七星,从他口中出来一把两刃的利剑,他的面容如同烈日 放光。
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων "Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος," καὶ ὁ ζῶν, — καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, — καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾄδου.
我一看见他,就仆倒在他脚前,像死人一样。他把右手放在我身上,说: “不要怕!我是首先的,是末后的, 又是那存活的;——我曾死过,看哪,我现在又活着,直活到永永远远——并且拿着死亡和阴间的钥匙。
γράψον οὖν ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ "ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα."
所以你要把所看见的事,以及现在的事,和 以后将成的事,都写出来。
τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας5 τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
至于你所看见、在我右手中的七星和七个金灯台的奥秘:那七星就是七个教会的使者,那七个灯台就是七个教会。”
- 1.4ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος
介词 ἀπὸ 通常支配属格,但此处用作神的不变神圣尊称(源自出埃及记3:14),未按常规进行屈折变格,而是保留了主格形式,构成一种破格现象。
- 1.5ὁ μάρτυς ὁ πιστός
此处与前面的属格短语 ἀπὸ Ἰησοῦ Χριστοῦ 构成同位语,但并未采用与之相应的属格(τοῦ μάρτυρος τοῦ πιστοῦ),而是保留了主格,属于《启示录》中常见的格不一致破格现象。
- 1.5Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ... αὐτῷ
句首的与格分词短语(Τῷ ἀγαπῶντι...)在经过中间插入句(καὶ ἐποίησεν...)之后,由主句的与格代词 αὐτῷ 重新承接,构成悬垂与格及照应代词结构。
- 1.13ὅμοιον υἱὸν ἀνθρώπου
形容词 ὅμοιος 在古典希腊语中通常支配与格,但此处支配了宾格(υἱὸν),这是《启示录》中通用希腊语的特殊用法,也可理解为受到动词 εἶδον 之宾格支配的同化影响。
- 1.20τὸ μυστήριον ... καὶ τὰς ἑπτὰ λυχνίας
句首以宾格(τὸ μυστήριον 及 τὰς ... λυχνίας)出现,这既可以理解为承接第19节中动词 γράψον 的先行宾语,亦可视为置于解释性主句之前的“悬垂宾格”(表示论题或指涉)。
