← 新约圣经

启示录

§3.1-3.22

致撒狄非拉铁非和老底嘉三教会的书信

基督向撒狄、非拉铁非和老底嘉三处教会的使者传达信息,斥责属灵的死亡与不冷不热,敦促悔改,并向得胜者应许赏赐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς,1 καὶ νεκρὸς εἶ.

你要写信给在撒狄教会的使者:‘那拥有神的七灵和七星的,这样说:我知道你的行为,按名你是活的,其实是死的。

§3.2

γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·

你要警醒,坚固那剩下将要衰微致死的,因我见你的行为,在我神面前没有一样是完全的。

§3.3

μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ·

所以要回想你是怎样领受、怎样听见的,又要持守,并要悔改。若不警醒,我必临到如同贼一样;我几时临到你那里,你绝不能知道。

§3.4

ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.

然而在撒狄,你还有几个名(几个人)是未曾玷污自己衣服的;他们要穿白衣与我同行,因为他们是配得过的。

§3.5

Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ "ἐξαλείψω" τὸ ὄνομα αὐτοῦ "ἐκ τῆς βίβλου τῆς ζωῆς," καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.

凡得胜的,也必这样穿白衣;我绝不从生命册上涂抹他的名,且要在我父面前和我父的众使者面前承认他的名。

§3.6

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

凡有耳的,就应当听圣灵向众教会所说的话。’

§3.7

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων "τὴν" "κλεῖν Δαυείδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ" "κλείων καὶ οὐδεὶς ἀνοίγει,"

你要写信给在非拉铁非教会的使者:‘那圣洁、真实,拿着大卫的钥匙,开了就没有人能关,关了就没有人能开的,这样说:

§3.8

Οἶδά σου τὰ ἔργα,— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν,2— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.

我知道你的行为——看哪,我已经在你面前放置了一个敞开的门,是没有人能关上的——因为你略有一点力量,也曾遵守我的道,没有弃绝我的名。

§3.9

ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται, — ἰδοὺ ποιήσω αὐτοὺς ἵνα "ἥξουσιν καὶ προσκυνήσουσιν" ἐνώπιον τῶν ποδῶν "σου," καὶ γνῶσιν ὅτι "ἐγὼ ἠγάπησά σε." ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.

看哪,我要从撒但的会堂,就是那自称是犹太人,其实不是,乃是说谎话的人当中交出〔一些〕来——看哪,我要使他们来在你脚前下拜,使他们知道我是已经爱你了。你既遵守我忍耐的道,我也必保守你免去那将要临到普天下、试炼地上所有居民的试炼时刻。我必快来;你要持守你所有的,免得有人夺去你的冠冕。

§3.12

Ὁ νικῶν ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ "τὸ ὄνομα τῆς πόλεως" τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα3 ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ "τὸ ὄνομά" μου "τὸ καινόν."

得胜的,我要叫他在我神殿中作柱子,他也绝不再从那里出去;我又要将我神的名和我神城的名——从天上我神那里降下来的新耶路撒冷——并我的新名,都写在他上面。

§3.13

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

凡有耳的,就应当听圣灵向众教会所说的话。’

§3.14

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικίᾳ ἐκκλησίας γράψον Τάδε λέγει ὁ Ἀμήν, "ὁ μάρτυς ὁ πιστὸς" καὶ [ὁ] ἀληθινός, "ἡ ἀρχὴ τῆς κτίσεως4" τοῦ θεοῦ, Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.5

你要写信给在老底嘉教会的使者:‘那阿们的,忠信真实的见证人,神创造万物的元始,这样说:我知道你的行为,你也不冷也不热;我巴不得你或冷或热。

§3.16

οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.

这样,因为你是温的,也不热也不冷,我必从我口中把你吐出去。

§3.17

ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ "πεπλούτηκα" καὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.

因为你说:“我是富足的,已经发了财,一样都不缺”,却不知道你是那困苦、可怜、贫穷、瞎眼、赤身的;我劝你向我买火炼的金子,叫你富足;又买白衣穿上,叫你赤身的羞耻不露出来;又买眼药抹你的眼睛,叫你能看见。

§3.19

ἐγὼ "ὅσους ἐὰν φιλῶ ἐλέγχω" καὶ "παιδεύω·" ζήλευε οὖν καὶ μετανόησον.

凡我所疼爱的,我都责备管教;所以你要发热心,也要悔改。

§3.20

Ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.

看哪,我站在门外叩门;若有听见我声音就开门的,我要进到他那里去,我与他,他与我一同坐席。

§3.21

Ὁ νικῶν δώσω αὐτῷ6 καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.

得胜的,我要赐他在我宝座上与我同坐,就如我得了胜,在我父的宝座上与他同坐一般。

§3.22

Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

凡有耳的,就应当听圣灵向众教会所说的话。’

语法注6 条
  1. 3.1ὅτι ὄνομα ἔχεις ὅτι ζῇς

    第一个 ὅτι 引导动词 οἶδα 的宾语从句;第二个 ὅτι 则引导同位语性质的名词性从句,解释 ὄνομα 的具体内容(意为“有名声说你是活的”)。此处的 ὄνομα 引申为“名声、声誉”。

  2. 3.8ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν

    在关系代词 ἣν 之后复出代词宾语 αὐτήν,属于赘加代词(resumptive pronoun)结构。这在受闪米特语影响的通俗希腊语(Koine)中极为常见,ἣν 与 αὐτήν 同指上文的 θύραν ἠνεῳγμένην。

  3. 3.12ἡ καταβαίνουσα

    主格分词 ἡ καταβαίνουσα 破格作前文属格短语 τῆς καινῆς Ἰερουσαλήμ 的同位语。这是《启示录》特有的格不一致(case incongruity)现象,借由主格使修饰短语具备独立称号般的强调效果。

  4. 3.14ἡ ἀρχὴ τῆς κτίσεως

    名词 ἀρχή 与属格 τῆς κτίσεως 的搭配在语法上可解为被动/部分属格(“受造物中最早者”),亦可解为主动/起源属格(“受造界的元始/源头/始因”)。结合语境中基督至高的主权地位,取其主动始因义。

  5. 3.15ὄφελον ψυχρὸς ἦς ἢ ζεστός

    不变词 ὄφελον(本为动词不定过去时)后接直陈式未完成过去时 ἦς,表达目前与事实相反的愿望(“恨不得你或是冷或是热”)。

  6. 3.21Ὁ νικῶν δώσω αὐτῷ

    主格分词 Ὁ νικῶν 作悬垂主格(nominativus pendens),并未在语法上充当主句主语,而是由主句动词 δώσω 所支配的与格代词 αὐτῷ 复指承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:3.1-3.22