← 新约圣经

启示录

§11.1-11.19

两个见证人与第七位天使吹号

约翰受命丈量圣殿,两个见证人完成见证、殉道、复活并升天。随后第七位天使吹号,宣告神永恒国度的降临与审判,天上的圣殿随之显现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Καὶ ἐδόθη μοι "κάλαμος" ὅμοιος ῥάβδῳ, λέγων1 Ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.

有一根像量杆的芦苇赐给我,又有话吩咐说:“起来,把神的殿和祭坛,以及在其中敬拜的人都量一量。

§11.2

καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη "τοῖς ἔθνεσιν," καὶ τὴν πόλιν τὴν ἁγίαν "πατήσουσιν" μῆνας τεσσεράκοντα [καὶ] δύο.

只是殿外的院子要丢在外面,不要量它,因为这是给了外邦人的;他们要践踏圣城四十二个月。

§11.3

καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένους σάκκους.2

我要赐权柄给我那两个见证人,他们必身穿麻衣,说预言一千二百六十天。”

§11.4

Οὗτοί εἰσιν "αἱ δύο ἐλαῖαι" καὶ αἱ δύο "λυχνίαι" [αἱ] "ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.3"

他们就是立在全地之主面前的两棵橄榄树和两个灯台。

§11.5

καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, "πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος" αὐτῶν καὶ "κατεσθίει τοὺς ἐχθροὺς" αὐτῶν· καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.

若有人想要伤害他们,就有火从他们口中出来,吞灭他们的仇敌;若有人想要伤害他们,就必须这样被杀。

§11.6

οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα "μὴ ὑετὸς βρέχῃ" τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ "τῶν ὑδάτων στρέφειν" αὐτὰ "εἰς αἷμα" καὶ "πατάξαι" τὴν γῆν "ἐν πάσῃ πληγῇ" ὁσάκις ἐὰν θελήσωσιν.

这二人有权柄封锁天空,叫雨在他们说预言的日子不降下;又对水有权柄,能使水变成血,并且无论何时,只要愿意,就能随时用各样灾殃击打全地。

§11.7

καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ "θηρίον" τὸ "ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’" αὐτῶν "πόλεμον καὶ νικήσει αὐτοὺς" καὶ ἀποκτενεῖ αὐτούς.

当他们作完见证的时候,那从无底坑上来的兽必与他们作战,并要胜过他们,把他们杀害。

§11.8

καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς "Σόδομα" καὶ Αἴγυπτος, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.

他们的尸体要留在由属灵角度被称为所多玛和埃及的大城街道上,就是他们的主被钉十字架的地方。

§11.9

καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.

从各民族、支派、方言和邦国中,有人观看他们的尸体三天半,又不许把尸体安放在坟墓里。

§11.10

καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

住在地上的人就因他们欢喜快乐,彼此馈送礼物,因为这两位先知曾叫住在地上的人受痛苦。

§11.11

καὶ μετὰ [τὰς] τρεῖς ἡμέρας καὶ ἥμισυ "πνεῦμα ζωῆς" ἐκ τοῦ θεοῦ "εἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν," καὶ "φόβος" μέγας "ἐπέπεσεν ἐπὶ" τοὺς θεωροῦντας αὐτούς·

过了三天半,有从神而来的生命之气进入他们里面,他们就两脚站立起来;看见他们的人都大大惧怕。

§11.12

καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς Ἀνάβατε ὧδε, καὶ ἀνέβησαν "εἰς τὸν οὐρανὸν" ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.

他们听见从天上有大声音对他们说:“上这里来!”他们就在云彩中升到天上去,他们的仇敌也看见了他们。

§11.13

Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο "σεισμὸς μέγας," καὶ τὸ δέκατον τῆς πόλεως "ἔπεσεν," καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν "τῷ θεῷ τοῦ οὐρανοῦ."

正在那时候,发生了大地震,城倒塌了十分之一,在地震中丧生的人有名号的共七千人;其余的人都惊恐,把荣耀归给天上的神。

§11.14

Ἡ Οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ Οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ.

第二样灾祸过去了;看哪,第三样灾祸快来了。

§11.15

Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο "ἡ βασιλεία" τοῦ κόσμου "τοῦ κυρίου" ἡμῶν "καὶ τοῦ χριστοῦ αὐτοῦ," καὶ "βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων."

第七位天使吹号,天上有大声音说: “世上的国成了我主和他受膏者的国;他要作王,直到永永远远。”

§11.16

καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι [οἱ] ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, λέγοντες Εὐχαριστοῦμέν σοι, "κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν" καὶ ὁ ἦν, ὅτι εἴληφες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας·

在神面前坐在自己座位上的二十四位长老,面伏于地敬拜神,说: “今在、昔在的主神,全能者啊,我们感谢你!因为你执掌了你的大权,作王了。

§11.18

καὶ "τὰ ἔθνη ὠργίσθησαν," καὶ ἦλθεν "ἡ ὀργή" σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν "τοῖς δούλοις σου τοῖς προφήταις" καὶ τοῖς ἁγίοις καὶ "τοῖς φοβουμένοις" τὸ ὄνομά σου, "τοὺς μικροὺς καὶ τοὺς μεγάλους,4" καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

列国发怒,你的震怒也临到了;审判死人的时候也到了,赏赐你的仆人众先知和众圣徒,并敬畏你名无论大小之人的时候也到了;毁灭那些毁灭大地之人的时候也到了。”

§11.19

καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη "ἡ κιβωτὸς τῆς διαθήκης" αὐτοῦ "ἐν τῷ ναῷ" αὐτοῦ· καὶ ἐγένοντο "ἀστραπαὶ" καὶ "φωναὶ καὶ βρονταὶ" καὶ σεισμὸς καὶ "χάλαζα μεγάλη."

神在天上的殿开了,在殿中现出他的约柜;随后有闪电、声音、雷轰、地震和大雹。

语法注4 条
  1. 11.1λέγων

    阳性单数主格现在分词。在此并未与被动语态动词 ἐδόθη 的语法主语 κάλαμος 一致,而是属于表意一致(constructio ad sensum),在意义上指向给予芦苇并发出命令者(或说话的声音)。

  2. 11.3περιβεβλημένους σάκκους

    分词 περιβεβλημένους 为阳性复数宾格,在语法格上未能与前面的与格短语 τοῖς δυσὶν μάρτυσίν μου 一致,构成了破格语法(anacoluthon);这是将后续动词 προφητεύσουσιν 的逻辑主语视作宾格而产生的语格脱节。

  3. 11.4ἑστῶτες

    阳性复数主格完成时分词。先行词 αἱ δύο ἐλαῖαι 与 αἱ δύο λυχνίαι 均为阴性名词,此处采用阳性形式是根据两件事物实际指代人格性的“两个见证人”而形成的表意一致(constructio ad sensum)。

  4. 11.18τοὺς μικροὺς καὶ τοὺς μεγάλους

    此处的阳性复数宾格在语义上同格附属于前面的与格成分(τοῖς δούλοις σου... καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις...)。本应作与格的成分在此转为宾格形式,构成了格的不一致(破格现象)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:11.1-11.19