- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:12.1-12.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
天上出现身披太阳的妇人与巨龙的异象,妇人所生的男婴被提到神那里。米迦勒与龙在天上争战并将其摔在地上,魔鬼遂在地上逼迫逃往旷野的妇人及其余后裔。
Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα· καὶ "κράζει ὠδίνουσα καὶ" "βασανιζομένη τεκεῖν."
天上现出大异象来:有一个妇人身披太阳,脚踏月亮,头戴十二星的冠冕;她怀了孕,在生产的艰难中疼痛呼叫。
καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ "κέρατα δέκα" καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον "τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν" αὐτοὺς "εἰς τὴν γῆν." καὶ ὁ δράκων ἔστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ·
天上又现出另一个异象来:看哪,有一条大红龙,有七头十角,七头上戴着七个冠冕。它的尾巴拖拉着天上星辰的三分之一,摔在地上。龙就站在那将要生产的妇人面前,等她生产之后,要吞吃她的孩子。
καὶ "ἔτεκεν" υἱόν, "ἄρσεν,1" ὃς μέλλει "ποιμαίνειν" πάντα "τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ·" καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
妇人生了一个儿子,是个男孩子,就是将来要用铁杖牧养万国的;她的孩子被提到神那里,到他的宝座去了。
καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
妇人就逃到旷野,在那里有神为她预备的地方,使人在那里养活她一千二百六十天。
Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ "Μιχαὴλ" καὶ οἱ ἄγγελοι αὐτοῦ "τοῦ πολεμῆσαι2" μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ.
在天上就有了争战:米迦勒同他的使者要与龙争战。龙也同它的使者争战,却不能得胜,在天上再也找不着他们的立足之地了。
καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, "ὁ ὄφις" ὁ ἀρχαῖος, ὁ καλούμενος "Διάβολος" καὶ Ὁ "Σατανᾶς," ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, — ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετʼ αὐτοῦ ἐβλήθησαν.
大龙就被摔下去,就是那古蛇,名叫魔鬼,又叫撒但,迷惑普天下的;他被摔在地上,他的使者也同他一起被摔下去。
καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός·
我听见天上有大声音说: “现在,我们神的救恩、能力、国度,并他受膏者的权柄,都已经来到了!因为那在我们神面前昼夜控告我们弟兄的控告者,已经被摔下去了。
καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου·
弟兄胜过他,是因羔羊的血和自己所见证的道,他们虽至于死,也不爱惜性命。
διὰ τοῦτο "εὐφραίνεσθε, οὐρανοὶ" καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν,3 ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
所以,诸天和住在其中的,你们都欢喜吧!地与海有祸了!因为魔鬼知道自己的时候不多,就大发烈怒下到你们那里去了。”
Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρσενα.
龙见自己被摔在地上,就逼迫那生了男孩子的妇人。
καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ "καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ" ἀπὸ προσώπου τοῦ ὄφεως.
于是有大鹰的两个翅膀赐给妇人,叫她能飞到旷野,到自己的地方,在那里躲避那蛇的面,受滋养一载二载半载。
καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
蛇就在妇人身后,从口中吐出水来,像江河一样,要把妇人冲去。
καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ· τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ·
地却帮助了妇人,开口吞了从龙口吐出来的江河。
καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ·
龙向妇人发怒,去与她其余的子孙争战,就是那些守神诫命、持有耶稣见证的。
καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης.
他就站在海边的沙滩上。
- 12.5υἱόν, ἄρσεν
阳性名词 υἱόν(儿子)与中性形容词/名词 ἄρσεν(男性的)同格并列,未严格保持性的呼应。这反映了七十士译本中常见的希伯来语 זָכָר 的字面直译用法,或作为固定的无变化名词性修饰语。
- 12.7ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαι
主格名词短语(ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ)后直接紧随属格定冠词加不定式(τοῦ πολεμῆσαι),属于极罕见的统语结构。这是对希伯来语不定式结构(לְ + 不定词)的字面模仿,承接前面的 ἐγένετο πόλεμος,充当表意图、定规或义务的谓语性表达:“米迦勒同他的使者不得不争战 / 遂去争战”。
- 12.12οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν
感叹词 οὐαί(有祸了)在古典希腊语和新约通常用法中支配与格,但此处却接宾格(τὴν γῆν καὶ τὴν θάλασσαν)。这体现了后代通用希腊语中格的混淆,或受感叹宾格(accusative of exclamation)结构的影响。
