- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:9.1-9.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗为自己的使徒身份及受供应的权利申辩,并解释为了福音的缘故甘愿放弃这些权利,使自己作众人的仆人并严格节制以得着冠冕。
Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ;
我不是自由的吗?我不是使徒吗?我不是见过我们的主耶稣吗?你们不是我在主里的工作吗?
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστὲ ἐν κυρίῳ.
即使对别人来说我不是使徒,但对你们来说我总是使徒;因为你们在主里正是我使徒职分的印证。
Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη.
对那些审问我的人,我的申辩就是这些:
μὴ οὐκ ἔχομεν ἐξουσίαν1 φαγεῖν καὶ πεῖν;
难道我们没有吃喝的权利吗?
μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
难道我们没有权利带着信主的妻子往来,如同其余的使徒、主的弟兄们和矶法一样吗?
ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;
难道只有我和巴拿巴没有停止劳动的权利吗?
τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; [ἢ] τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
有谁自费当兵呢?有谁栽种葡萄园而不吃其中的果子呢?[或者]有谁牧养羊群而不喝羊群的奶呢?
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;
我说这些话,是照着人的常情说的吗?律法不也这样说吗?
ἐν γὰρ τῷ Μωυσέως νόμῳ γέγραπται "Οὐ φιμώσεις βοῦν ἀλοῶντα." μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ διʼ ἡμᾶς πάντως λέγει;
因为在摩西的律法上记着说: “牛踹谷的时候,不可笼住它的嘴。” 难道神关怀的是牛吗?还是全是为了我们说的呢?
διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπʼ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ἐπʼ ἐλπίδι τοῦ μετέχειν.
确实是为了我们写的,因为耕种的应当存着指望去耕种,踹谷的也当存着分享的指望去踹谷。
Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
如果我们为你们播种了属灵的事物,若从你们收取物质的事物,难道算是过分的事吗?
εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας2 μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ χριστοῦ.
如果别人在你们身上分享这权利,我们岂不更可以吗?然而,我们没有用过这权利,反而凡事容忍,免得给基督的福音带来任何阻碍。
οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συνμερίζονται;
你们岂不知道,那在圣殿办事的就吃圣殿之物,伺候祭坛的就与祭坛分受祭物吗?
οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.
主也是这样吩咐传福音的人靠福音生活。
ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. Οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ - τὸ καύχημά μου οὐδεὶς κενώσει.3
但我却没有用过其中的任何一样。我写这些话,并不是要人这样待我;因为我宁可死——没有人能使我所夸耀的落空。
ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι.
因为我传福音并没有可夸耀的,责任是摆在我身上的;因为若不传福音,我就有祸了。
εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
我若甘心做这事,就有赏赐;若不甘心,管家的职分却已经托付我了。
τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
那么,我的赏赐是什么呢?就是在传福音时使福音不花钱,以致不充分使用我在福音上的权利。
Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
因为我虽然是自由的,不受制于众人,却使自己作了众人的奴仆,为要赢得更多的人。
καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεοῦ ἀλλʼ ἔννομος Χριστοῦ,4 ἵνα κερδανῶ τοὺς ἀνόμους· ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
对犹太人,我就作犹太人,为要赢得犹太人;对律法以下的人,我就作律法以下的人——虽然我自己并不在律法以下——为要赢得律法以下的人;对没有律法的人,我就作没有律法的人——虽然我对神并非没有律法,反而在基督的律法之下——为要赢得没有律法的人;对软弱的人,我就成为软弱的,为要赢得软弱的人。对众人,我已经成了一切,无论如何总要救一些人。
πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συνκοινωνὸς αὐτοῦ γένωμαι.
我所做的一切都是为了福音,好叫我成为福音的同享者。
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
你们岂不知道,在赛场上奔跑的虽然都在跑,但得奖赏的只有一人吗?你们也要这样跑,好叫你们得着奖赏。
πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
凡参加竞技的,事事都克制自己;他们这样做,是为了得会朽坏的冠冕,我们却是为了得不会朽坏的冠冕。
ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
所以我奔跑,并非漫无目标;我斗拳,并非击打空气;反倒是我痛击自己的身体,使它服从,免得我传给别人,自己反倒被弃绝了。
- 9.4μὴ οὐκ ἔχομεν ἐξουσίαν
μὴ οὐκ 构成双重否定的修辞疑问句,期待肯定的回答(“难道我们没有……吗?[当然有]”)。外层的 μή 引导预设否定回答的疑问,内层的 οὐ 否定谓语动词,二者结合产生强烈的肯定意向。
- 9.12τῆς ὑμῶν ἐξουσίας
属格 ὑμῶν 作 ἐξουσίας 的宾格性属格(“对你们的权利/权柄”),而非主格性属格(“你们所拥有的权柄”)。它呼应上文从信徒收取生活供应的使徒权利。
- 9.15καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ - τὸ καύχημά μου οὐδεὶς κενώσει
在比较连词 ἢ(“比起……”)之后出现了句法中断(顿绝/急转)。此处本应接续相应的不定式短语(如“比起受供应而活”),但因情感强烈而打断句式,骤然转入直陈语气独立主句:“没有人能使我所夸耀的落空”。
- 9.21μὴ ὢν ἄνομος θεοῦ ἀλλʼ ἔννομος Χριστοῦ
名词 θεοῦ 和 Χριστοῦ 作复合形容词 ἄνομος 和 ἔννομος 的关系属格或准则属格(“对神并非没有律法,反而在基督的律法之下”),指明规范的所属与管辖范畴。
