- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:10.1-10.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗以旷野中以色列人的偶像崇拜与悖逆作为前车之鉴警告信徒,论述了主的筵席与鬼魔筵席的不相容性,并劝勉信徒在吃祭偶像之物的事上要顾及他人良心、凡事为神的荣耀而行。
Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωυσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες [τὸ αὐτὸ] πνευματικὸν βρῶμα ἔφαγον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ χριστός·
弟兄们,我不愿意你们不晓得:我们的祖先都曾在云下,都从海中经过,并且都在云里、在海里受洗归于摩西,并且都吃了一样的属灵饮食,也都喝了一样的属灵饮料;因为他们喝的是出于伴随他们的属灵磐石,那磐石就是基督。
ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, "κατεστρώθησαν" γὰρ "ἐν τῇ ἐρήμῳ."
然而,他们当中的多数人不是神所喜悦的,因为 “他们倒毙 在旷野里”。
Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν,1 εἰς τὸ μὴ εἶναι ἡμᾶς "ἐπιθυμητὰς" κακῶν, καθὼς κἀκεῖνοι "ἐπεθύμησαν."
这些事成了我们的警戒,免得我们成为恶事的“贪恋者”,正如他们 “贪恋”那样。
μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται "Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν."
你们也不要做拜偶像的人,正如他们当中有人做的那样;正如经上所记: “百姓坐下吃喝,起来玩乐。”
μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
我们也不要行淫,正如他们当中有人行淫,一日之间就倒毙了二万三千人。
μηδὲ ἐκπειράζωμεν τὸν κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
我们也不要试探主,正如他们当中有人试探,就被蛇所灭。
μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
你们也不要发怨言,正如他们当中有人发怨言,就被灭命者所灭。
ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
这些事发生作为预表归于他们,并且写下来是为了警戒我们这些碰上万世结局的人。
Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
所以,自以为站立得稳的,须要谨慎,免得跌倒。
πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.
你们所遇见的试炼,无非是人所能受的;神是信实的,必不容许你们受试炼超过你们所能承受的,反而会在受试炼的时候,连同开一条出路,使你们能忍受得住。
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
所以我亲爱的,要逃避拜偶像的事。
ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.
我是对明白人说的,你们自己要审断我所说的话。
Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν;2
我们所祝福的福杯,难道不是分享基督的血吗?我们所擘开的饼,难道不是分享基督的身体吗?
ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν,3 οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα·
因为饼是一个,我们虽然众多,也是一个身体,因为我们众人都是分享这一个饼。你们看按肉体作以色列人的:
οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;
那些吃祭物的,难道不是在祭坛上有份的人吗?
τί οὖν φημί; ὅτι εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν τί ἐστιν;
那么我到底说什么呢?是说祭偶像之物算得什么,还是偶像算得什么呢?
ἀλλʼ ὅτι ἃ θύουσιν [τὰ ἔθνη], "δαιμονίοις καὶ οὐ θεῷ θύουσιν," οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
不是,乃是说外邦人所献的祭,“是献给鬼魔,不是献给神”;我不愿意你们成为与鬼魔有份的人。
οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε "τραπέζης Κυρίου" μετέχειν καὶ τραπέζης δαιμονίων.
你们不能喝主的杯又喝鬼魔的杯;你们不能分享主的筵席 又分享鬼魔的筵席。
ἢ "παραζηλοῦμεν τὸν κύριον;" μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν; Πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει.
难道 “我们要激发主的嫉妒”吗?难道我们比他更强壮吗?“凡事都可行”,但不都有益处。
πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα οἰκοδομεῖ.
“凡事都可行”,但不都造就人。
μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου.
无论谁,不要寻求自己的益处,倒要寻求别人的益处。
Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, "τοῦ κυρίου" γὰρ "ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς."
凡在肉市上出售的,你们只管吃,不要为了良心的缘故查问什么,因为“地和其中所充满的, 都属于主”。
εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
倘若不信的人中有人请你们,而你们也愿意去,凡摆在你们面前的,你们只管吃,不要为了良心的缘故查问什么。
ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·
但若有人对你们说:“这是献过祭的”,为了那指明的人,并为了良心的缘故,就不要吃——
συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί4 γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
我所说的良心,不是你自己的,乃是别人的。因为我的自由何必被别人的良心审断呢?
εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
我若存着感谢的心分享,为什么因我谢恩的物被人毁谤呢?
Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
所以,你们或吃或喝,或做什么,都要为神的荣耀而做。
ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
无论对犹太人、对希腊人,还是对神的教会,都不要成为绊脚石,正如我凡事都讨所有人的喜欢,不寻求自己的益处,倒寻求许多人的益处,叫他们可以得救。
- 10.6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν
第一人称复数属格 ἡμῶν 在此作名词 τύποι 的宾格性或关系属格(“给我们的预表/警戒”),意指“以我们为对象的前例或警戒”,而非我们所产生的样式或当效法的榜样。
- 10.16τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ χριστοῦ ἐστίν;
先行词 τὸν ἄρτον 受关系代词 ὃν 的格吸引而成为宾格,属于逆吸引(inverse attraction)或悬空宾格(accusative pendens)现象。按照与前文 τὸ ποτήριον ... ἐστίν 的并列结构,主句主语本应使用主格 ὁ ἄρτος。
- 10.17ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν
连词 ὅτι 在此引导原因从句(“因为/既然”),作为前一句论断的依据。短语 εἷς ἄρτος 之后省略了系动词 ἐστίν,即“因为饼是一个,我们众人也是一个身体”。虽亦有观点视其为名词从句(“即……”),但结合分受饼以显合一的语境,作为因果连词最为合宜。
- 10.29ἵνα τί
由 ἵνα τί γένηται(“为了发生何事?”)省略而来的固定惯用表达,用作疑问副词短语,意为“为什么/何必(why)”。
