← 新约圣经

哥林多前书

§8.1-8.13

祭偶像之物与体贴软弱弟兄

论及祭偶像之物的问题,指出虽然在知识上偶像本非真实存在、神独有一位,但信徒更须凭爱心体贴软弱弟兄的良心,宁可放弃自身自由也不使人跌倒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.

关于祭过偶像的食物,我们知道“我们众人都有知识”。

§8.2

ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.

知识使人自高自大,爱心却能造就人。

§8.3

εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπʼ αὐτοῦ.

若有人以为自己知道什么,按着他所应当知道的,他仍是不知道;但若有人爱神,这人是神所知道的。

§8.4

Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ,1 καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς.

所以,关于吃祭过偶像的食物,我们知道在世上“偶像算不得什么”,也知道“神只有一位,再没有别的神”。

§8.5

καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, [ἀλλʼ] ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, διʼ οὗ τὰ πάντα καὶ ἡμεῖς διʼ αὐτοῦ. Ἀλλʼ οὐκ ἐν πᾶσιν ἡ γνῶσις·

因为纵然有被称为神的,无论在天上或在地上——正如确实有许多“神”和许多“主”——然而对我们来说,只有一位神,就是父,万物都出于他,我们也归于他;并且只有一位主,就是耶稣基督,万物都借着他而有,我们也借着他而有。然而,不是人人都有这知识。

§8.7

τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.

有些人直到如今由于对偶像的习惯,就把那食物当作祭过偶像之物来吃,他们的良心因为软弱,就被玷污了。

§8.8

βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν.

其实食物不能把我们引到神面前;我们不吃也不亏损,吃了也不增益。

§8.9

βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν.

只是你们要当心,免得你们这权利成为软弱之人的绊脚石。

§8.10

ἐὰν γάρ τις ἴδῃ [σὲ] τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλίῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;2

因为若有人看见你这有知识的在偶像的庙里坐席,他既是软弱的,他的良心岂不被怂恿去吃那祭过偶像的食物吗?

§8.11

ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς διʼ ὃν Χριστὸς ἀπέθανεν.

因为那软弱的人,就是基督为他死的那位弟兄,竟因你的知识而灭亡了。

§8.12

οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.

你们这样得罪弟兄,伤了他们软弱的良心,就是得罪基督。

§8.13

διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα,3 ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

所以,食物若叫我的弟兄跌倒,我就永远不再吃肉,免得叫我的弟兄跌倒了。

语法注3 条
  1. 8.4οὐδὲν εἴδωλον ἐν κόσμῳ

    此处省略了系动词 ἐστίν。οὐδέν 既可作定语修饰 εἴδωλον,意为“世上没有偶像”(there is no idol in the world);也可作表语,意为“偶像在世上算不得什么/没有实质”(an idol is nothing in the world)。结合后半句 καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς(“除了独一的神之外再没有神”)的平行结构,全语种均统一表达偶像本质上的虚妄与非实存。

  2. 8.10οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν

    动词 οἰκοδομέω 本义通常为正面积极的“建立、造就”,但在此处具有反讽或派生意涵,指因见他人行为而在良心软弱的情况下被“怂恿/放胆”去吃祭偶像之物。介词 εἰς 接带冠词不定词(εἰς τὸ ... ἐσθίειν)表示结果或导向。

  3. 8.13οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα

    双重否定 οὐ μή 搭配过去不定时虚拟式(φάγω),是古典希腊语表达强烈将来否定(“断不、绝不”)的典型句式;加上介词短语 εἰς τὸν αἰῶνα(“直到永远、永不”),更加重了为了弟兄绝不再吃肉的坚定决意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:8.1-8.13