- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:7.1-7.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗回应信徒关于婚姻、独身、离婚及与未信者结合的询问,劝勉各人守住蒙召时的身份与光景。鉴于末世时期的艰难与紧迫,他又针对未婚者与处女的生活抉择陈明了自己的意见。
Περὶ δὲ ὧν ἐγράψατε,1 καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
关于你们所写的那些事,男人不亲近女人倒好。
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
但为了避免淫乱的事,男人当各有自己的妻子,女人也当各有自己的丈夫。
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
丈夫当对妻子履行应尽的本分,妻子对丈夫也要照样行。
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή.
妻子对自己的身体没有主权,主权在丈夫;同样,丈夫对自己的身体也没有主权,主权在妻子。
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι [ἂν] ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν [ὑμῶν].
夫妻不可彼此亏负,除非出于双方同意,暂时分房,为要专心祷告,以后仍要同房,免得撒但趁着你们不能自制而引诱你们。
τοῦτο δὲ λέγω κατὰ συνγνώμην, οὐ κατʼ ἐπιταγήν.
我说这话是容许,而不是命令。
θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
我巴不得众人都像我一样;只是各人领受神的恩赐各有不同,有人是这样,有人是那样。
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·
我对未婚者和寡妇说,他们若能像我这样守素安常倒好。
εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμεῖν ἢ πυροῦσθαι.
但如果他们不能自制,就应当结婚;因为与其欲火焚身,不如结婚为妙。
Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι,— ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω,—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
至于那些已婚的,我吩咐他们——其实不是我吩咐,而是主吩咐——妻子不可离开丈夫;——若是离开了,不可再嫁,不然就要与丈夫和好——丈夫也不可离弃妻子。
Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
对其余的人,是我说,而不是主说:若某位弟兄有不信的妻子,妻子也情愿和他同住,他就不要离弃妻子;若有女人有不信的丈夫,丈夫也情愿和她同住,她就不要离开丈夫。
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
因为不信的丈夫就因着妻子成了圣洁,不信的妻子也因着信主的弟兄成了圣洁。不然,你们的儿女就不洁净,但如今他们是圣洁的了。
εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός.
倘若那不信的人要离去,就由他离去吧。在这样的情况下,弟兄或姐妹都不受拘束;神召你们原是要你们和睦。
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;2 ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
况且,你这作妻子的,怎么知道能不能救你的丈夫呢?或者,你这作丈夫的,怎么知道能不能救你的妻子呢?
Εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
只要照着主所分给各人的,照着神所召各人的光景行事。我在各教会中都是这样规定的。
περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω.
有人受了割礼蒙召吗?就不要掩饰割礼的痕迹。有人未受割礼蒙召吗?就不要受割礼。
ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.
受割礼算不得什么,不受割礼也算不得什么,要紧的是遵守神的诫命。
ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.
各人蒙召的时候是什么身分,就当守住这身分。
δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.3
你蒙召的时候是作奴隶吗?不要放在心上。但即便你能成为自由人,宁可利用这机会。
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
因为在主里蒙呼召的奴隶,就是主所释放的人;同样,蒙呼召的自由人,就是基督的奴隶。
τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
你们是用重价买来的,不要作人的奴隶。
ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
弟兄们,各人蒙召的时候是什么光景,就当在神面前守住这光景。
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.
关于处女,我没有主的命令,但我蒙了主的怜悯得以作忠心的人,就提出我的意见。
Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
所以,因着现今的艰难,我认为这样倒好,就是人守住原状倒好。
δέδεσαι γυναικί; μὴ ζήτει λύσιν·
你已有妻子缠身吗?就不要寻求摆脱。
λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ [ἡ] παρθένος, οὐχ ἥμαρτεν. θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
你没有妻子缠身吗?就不要寻求妻子。不过你若结婚,并不是犯罪;处女若结婚,也不是犯罪。然而这样的人肉身必受苦难,我却愿意怜惜你们。
Τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν, καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
弟兄们,我是说,时候已经短促了。从此以后,有妻子的,要像没有妻子的;哀哭的,要像不哀哭的;喜乐的,要像不喜乐的;置业的,要像没有拥有的;用世物的,要像不沉迷其中的;因为这世界的样式正在过去。
θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία [καὶ] τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
我愿你们无所挂虑。没有结婚的,挂虑主的事,想怎样讨主的喜悦;结了婚的,挂虑世上的事,想怎样讨妻子的喜悦,心思就分开了。没有结婚的妇人和处女,挂虑主的事,要叫身体和心灵都圣洁;结了婚的妇人,挂虑世上的事,想怎样讨丈夫的喜悦。
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
我说这话是为你们自己的益处,不是要束缚你们,而是要叫你们行事端正,能够殷勤而专心事奉主。
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.4
若有人认为自己待他的处女有不合宜之处,她若过了花期,事又当行,就随他愿意怎样行吧;这并不是犯罪,任他们结婚。
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει·
但如果有人心里坚定,没有不得已的事,又能自主自己的意志,并且心里决意留下自己的处女,这样行是好的。
ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
所以,把自己的处女嫁出去是好的,不嫁出去更是好的。
Γυνὴ δέδεται ἐφʼ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ·
丈夫活着的时候,妻子是受拘束的;丈夫若睡了,妻子就自由了,可以随意嫁人,只是要嫁在主里面的人。
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ γὰρ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.
然而,照我的意见,她若守素安常就更有福了;因为我也认为自己有神的灵。
- 7.1Περὶ δὲ ὧν ἐγράψατε
关系代词的格同化(attraction)。该短语相当于 περὶ ἐκείνων ἃ ἐγράψατε(“关于你们所写的那些事”),先行词 ἐκείνων 省略,原本作为动词 ἐγράψατε 宾语的宾格代词 ἃ 受介词 περί 的影响而被同化为属格 ὧν。
- 7.16τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;
由间接疑问连词 εἰ 引导的从句之解读。此句既可按乐观/肯定倾向解释(“你怎么知道你不能救丈夫呢?”,即抱有拯救配偶的希望),亦可按审慎/否定倾向解释(“你怎么知道真能救丈夫呢?”,即救与不救尚属未知,不能以此为由强求挽留)。结合第15节“神召你们原是要你们和睦”的上下文,本译文按字面间接疑问句处理,指出未来结果并不可期。
- 7.21μᾶλλον χρῆσαι
动词 χρῆσαι(χράομαι 的不定过去时中动式祈使语气第二人称单数)的宾语省略。其宾语既可承接前句的 ἐλεύθερος γενέσθαι 而补充为“利用(获得自由的机会)”,亦可承接奴隶身份(δοῦλος)补充为“利用(做奴隶的处境)”。鉴于 ἀλλʼ εἰ καί(“但即便能够”)所具有的让步与转折语气,此处采纳前者,即若能获得自由,当善用该机会。
- 7.36ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
第三人称复数祈使语气动词 γαμείτωσαν(“任他们结婚”)的主语确定。前文均为单数主语(父亲/监护人,或订婚的男子),此处突然转为复数命令。该复数主语可理解为“女儿与其求婚者”,亦可指“男子与该处女(即未婚夫妻双方)”。无论采取何种社会学背景的解释,该复数形式均指结合的男女双方。
