← 新约圣经

哥林多前书

§6.1-6.20

信徒内部诉讼的禁止与作为圣灵之殿的身体

保罗责备信徒将彼此间的争讼告到不信的世俗法庭,指出内部诉讼在属灵上已是失败,并警告不义之人不能承受神的国。接着他阐明信徒的身体是基督的肢体与圣灵的殿,乃是用重价买来的,因此必须远离淫乱,在身子上荣耀神。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;

你们中间若有人与别人发生争执,怎敢在不义的人面前求审,而不在圣徒面前呢?

§6.2

ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;

岂不知圣徒要审判世界吗?若世界要受你们审判,难道你们不配审判这最小的事吗?

§6.3

οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;

岂不知我们要审判天使吗?更何况今生的事呢!

§6.4

βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε;1 πρὸς ἐντροπὴν ὑμῖν λέγω.

既然如此,你们若有今生的诉讼要审判,难道要委派教会中微不足道的人来审断吗?我说这话,是要叫你们羞愧。

§6.5

οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ,2 ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;

难道你们中间竟然没有一个有智慧的人,能在他弟兄之间进行审断吗?反倒弟兄与弟兄告状,而且告在不信的人面前!

§6.7

ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστὶν ὅτι κρίματα ἔχετε μεθʼ ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;

你们彼此告状,这对你们来说已经全然是失败了。为什么不情愿受欺呢?为什么不情愿吃亏呢?

§6.8

ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς.

你们反倒欺负人、亏负人,而且所欺负所亏负的就是弟兄!

§6.9

ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσιν.

岂不知不义的人不能承受神的国吗?不要自欺!无论是淫乱的、拜偶像的、奸淫的、作娈童的、亲男色的、偷窃的、贪婪的、醉酒的、辱骂的、勒索的,都不能承受神的国。

§6.11

Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.

你们中间从前也有人是这样;但奉主耶稣基督的名,并在我们神的灵里,你们已经洗净,已经成圣,已经称义了。

§6.12

Πάντα μοι ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλʼ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.

“凡事我都可行”,但并不都有益处;“凡事我都可行”,但我绝不受任何事物的辖制。

§6.13

τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·

“食物是为肚腹,肚腹是为食物”;但神要叫这两样都归于毁灭。身体不是为了淫乱,而是为了主,主也是为了身体。

§6.14

ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.

神不仅使主复活了,也要用他的权能使我们复活。

§6.15

οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστίν; ἄρας οὖν τὰ μέλη τοῦ χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.

岂不知你们的身体是基督的肢体吗?我可以把基督的肢体拿去作成娼妓的肢体吗?断乎不可!

§6.16

ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; "Ἔσονται" γάρ, φησίν, "οἱ δύο εἰς σάρκα μίαν."

岂不知与娼妓结合的,便是与她成为一体吗?因为经上说:“二人要成为一体。”

§6.17

ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.

但与主联合的,便是与主成为一灵。

§6.18

φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.

要逃避淫乱。人所犯的一切罪,都在身体之外;唯有行淫的,是得罪自己的身体。

§6.19

ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ;

岂不知你们的身体是圣灵的殿吗?

§6.20

καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς·3 δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.

这圣灵是从神而来、住在你们里面的;并且你们不是属于自己的,因为你们是用重价买来的。所以,应当在你们的身体上荣耀神。

语法注3 条
  1. 6.4τούτους καθίζετε;

    动词 καθίζετε(第二人称复数现在时)在构词上既可作直陈语气疑问句,亦可作祈使语气。鉴于其宾语为受格短语 τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ,且下文紧接着“我说这话是要叫你们羞愧”,此处采纳反讽的直陈疑问句解读(“难道你们委派教会中微不足道的人来审断吗?”),严厉斥责将纠纷交由世俗不信之人审理的做法。

  2. 6.5διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ

    介词短语 ἀνὰ μέσον(“在……之间”)通常要求两个并列项,此处却仅接单数属格 τοῦ ἀδελφοῦ αὐτοῦ。这是受希伯来语表达法影响的紧缩省略句式,意指“在弟兄与其弟兄之间”,即“在弟兄彼此之间进行仲裁审断”。

  3. 6.20ἠγοράσθητε γὰρ τιμῆς

    单数属格名词 τιμῆς 用作价格属格(genitivus pretii),修饰被动语态动词 ἠγοράσθητε,指代买赎时所付出的代价,意为“你们是用重价买来的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:6.1-6.20