- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:5.1-5.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗严厉谴责哥林多教会容忍乱伦罪行的态度,指示他们聚会时将该犯事者逐出教会并交给撒但,以此劝诫信徒除尽恶酵,保持纯洁,并对教会内部的恶人施行审判。
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
确实听说你们中间有淫乱的事,而且这样的淫乱连在异教徒中也没有,甚至有人占有了父亲的妻子。
καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;
你们竟然还自高自大!难道不该反而痛哭,把行这事的人从你们中间赶出去吗?
Ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ1 εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
至于我,虽然身体不在你们那里,心灵却在那里,我已经如同在场一样,审判了行这事的人: 就是奉主耶稣的名,当你们和我的灵同在,并带着我们主耶稣的权能聚集的时候,把这样的人交给撒但,败坏他的肉体,使他的灵魂在主的日子可以得救。
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
你们夸耀是不好的。你们岂不知道一点面酵能使全团发起来吗?
ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ "τὸ πάσχα" ἡμῶν "ἐτύθη" Χριστός·
你们应当把旧酵除净,好叫你们成为新团,正如你们是无酵的一样。因为“我们的逾越节”羔羊 “基督已经被杀献祭了”。
ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας.
所以,我们守这节,不可用旧酵,也不可用恶毒邪恶的酵,只要用纯洁真实的无酵饼。
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.2
我先前在信上写给你们,不可同淫乱的人相交;这绝不是指这世上淫乱的,或贪婪的、勒索的,或拜偶像的;若是那样,你们就必须离开这世界了。
νῦν δὲ ἔγραψα ὑμῖν3 μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
但如今我写给你们的是:若有人被称为弟兄,却是行淫乱的,或贪婪的,或拜偶像的,或辱骂人的,或醉酒的,或勒索的,这样的人不可与他相交,甚至不可与他一同吃饭。
τί γάρ μοι τοὺς ἔξω κρίνειν;4 οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει;
因为审判教外的人与我何干?教内的人岂不是你们要审判的吗?至于教外的人,神会审判他们。
"ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν."
“应当把那恶人从你们中间赶出去。”
- 5.3ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ
主要动词 κέκρικα(我已经断定/判决)支配不定词 παραδοῦναι(交出)。插入其间的介词短语 ἐν τῷ ὀνόματι... 的修饰对象可有三种解读:(1) 修饰 κέκρικα;(2) 修饰其后的属格独立结构 συναχθέντων(聚集时);(3) 修饰不定词 παραδοῦναι。此处取其赋予整个在主权能下聚集并执行交付撒但行动的庄严权柄之意(与 συναχθέντων ... παραδοῦναι 整体关联)。
- 5.10ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν
连词 ἐπεί 接直陈式未完成过去时 ὠφείλετε,构成承前省略条件的虚拟语气用法,意为“否则你们就必须离开这世界了(这显然是不可能的)”。在表示义务、责任或必然性的动词中,小词 ἄν 经常省略,而推论小词 ἄρα(“那么”、“若是那样”)则强化了这一推论的荒谬性与逻辑结果。
- 5.11νῦν δὲ ἔγραψα ὑμῖν
这里的 νῦν 不单是时间副词(“现在”),更是逻辑上的转折推论(“但事实是/如今我的意思是”),用于纠正第10节中可能引起的误解。不定过去时 ἔγραψα 在此宜作书信体过去时(epistolary aorist)理解,即作者站在受信者阅读时的视角,意为“我现在写给你们的是”。
- 5.12τί γάρ μοι τοὺς ἔξω κρίνειν;
由 τί + 与格(μοι)+ 不定词(κρίνειν)构成的反问式省略句,意为“审判教外的人与我何干?”(即“我没有理由去审判外人”)。句中省略了类似 προσήκει(相干、合宜)或 μέλει(挂念、关涉)的非人称动词。
