← 新约圣经

哥林多前书

§4.1-4.21

作为奥秘管家的使徒与对信徒的劝诫

保罗教导信徒应将使徒视为神奥秘的管家而非世人论断的对象,以使徒受苦的境遇对照哥林多人自满傲慢的态度,并以属灵父亲的身份宣布差遣提摩太及自己即将前往探访。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ.

人应当把我们看作基督的仆役,神奥秘的管家。

§4.2

ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.

在这件事上,所求于管家的,是要他显出忠心。

§4.3

ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα1 ὑφʼ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω·

至于我,被你们审判,或被人间的法庭审判,对我来说都是极小的事;其实,我连自己也不审判。

§4.4

οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα,2 ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.

因为我良心上虽无可指责,但不能因此便算为义;审判我的乃是主。

§4.5

ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.

所以,在时候未到之前,不可判断什么,只等主来,他要照出暗中的隐情,显明人内心的计谋。那时,各人要从神那里得着称赞。

§4.6

Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό Μὴ ὑπὲρ ἃ γέγραπται,3 ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.

弟兄们,我为了你们的缘故,把这些事转用到我自己和亚波罗身上,好叫你们在我们身上学到“不可越过经上所写的”这一规条,免得有人为了这一个自高自大,去反对那一个。

§4.7

τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;

因为是谁使你与人不同呢?你有什么不是领受的呢?若是领受的,你为什么自夸,仿佛不是领受的呢?

§4.8

ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε,4 ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν.

你们已经饱足了吗?已经富足了吗?没有我们,你们已经称王了吗?我真巴不得你们真的称王了,好叫我们也与你们一同称王!

§4.9

δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

因为我想,神把我们作使徒的列在最后,好像定死罪的人,因为我们成了给世界、天使和人类观看的一台戏。

§4.10

ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.

我们为了基督的缘故是愚拙的,你们在基督里倒是聪明的;我们软弱,你们倒强壮;你们有尊荣,我们倒被藐视。

§4.11

ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι.

直到此时此刻,我们还是又饥又渴,衣不蔽体,挨受拳打,居无定所,并且亲手作工,劳苦辛酸。被人咒骂,我们就祝福;被人逼迫,我们就忍受;被人诽谤,我们就劝勉。我们至今仍被当作世上的污秽、万物的糟粕。

§4.14

Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν·

我写这些话,不是要叫你们羞愧,而是要把你们当作我亲爱的儿女来劝戒。

§4.15

ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.

你们在基督里即使有一万名蒙学导师,父亲却不会有许多;因为是我在基督耶稣里藉着福音生了你们。

§4.16

παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

所以我劝你们,要作我的效法者。

§4.17

Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου5 τὰς ἐν Χριστῷ [Ἰησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.

为此,我差遣了提摩太到你们那里去;他在主里是我亲爱又忠心的孩子,他必提醒你们想起我在基督耶稣里的行事为人,正如我在各处各教会中所教导的一样。

§4.18

Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλʼ ἐν δυνάμει.

有些人自高自大,以为我不会到你们那里去了;但主若愿意,我很快就会到你们那里去;并且我所要知道的,不是那些自高自大之人的言语,而是他们的权能。因为神的国不在于言语,而在于权能。

§4.21

τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς,6 ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;

你们愿意怎样呢?是要我带着刑杖到你们那里去,还是要我带着爱和温柔的心灵去呢?

语法注6 条
  1. 4.3ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα

    希腊化时期的语法结构,介词短语 εἰς ἐλάχιστον(极小的事)作谓语,其后由 ἵνα 引导的虚拟语气分句充当实质主语(名词性从句),替代了古典时期的不定式或主格主语。

  2. 4.4οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα

    固定习惯表达,动词 σύνοιδα 搭配反身代词与格 ἐμαυτῷ 与中性宾格 οὐδέν,意为“我对自身未觉察出任何过错/问心无愧”。

  3. 4.6τό Μὴ ὑπὲρ ἃ γέγραπται

    中性冠词 τό 将整句省略动词的格言短语名词化。此处省略了思维或行动动词(如 φρονεῖν),意指“[不可]越过经上所写的”这一原则。

  4. 4.8καὶ ὄφελόν γε ἐβασιλεύσατε

    由小品词化的 ὄφελον 搭配直陈式过去时(不定过去时)ἐβασιλεύσατε,表示与既成事实相反的、未能实现的愿望(“真希望你们真的作王了”)。

  5. 4.17ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου

    动词 ἀναμιμνῄσκω 带双宾格的结构,同时支配表示人的宾格 ὑμᾶς 与表示被提醒内容的宾格 τὰς ὁδούς μου(“提醒你们想起我的行道”)。

  6. 4.21ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς

    不定过去时虚拟语气 ἔλθω 在直接疑问句中作商讨性虚拟语气(“我该带着……去吗?”),介词短语 ἐν ῥάβδῳ 则表示伴随状态或方式(“带着刑杖”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:4.1-4.21