← 新约圣经

哥林多前书

§3.1-3.23

神的同工与作为神圣殿的信徒

保罗斥责哥林多人的宗派之争是属灵幼稚的体现,指出领袖不过是神的田地和房屋中一同劳作的仆役。他强调在基督这唯一根基上建造的工程必受火的检验,提醒信徒他们本身就是神的圣殿,劝诫众人抛弃夸耀世人的世俗智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλʼ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.

弟兄们,我从前对你们说话,不能把你们当作属灵的人,只能把你们当作属肉体的人,当作在基督里的婴孩。

§3.2

γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε.

我给你们喝的是奶,而不是干粮,因为那时你们还不能承受。

§3.3

Ἀλλʼ οὐδὲ [ἔτι] νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

其实即使是现在,你们还是不能,因为你们仍然是属肉体的。因为在你们中间既然有嫉妒和纷争,难道你们不是属肉体、照着世人的样子行事吗?

§3.4

ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ Ἐγὼ Ἀπολλώ, οὐκ ἄνθρωποί ἐστε;

因为当有人说“我是属于保罗的”,另有人说“我是属于亚波罗的”时,你们难道不是世人吗?

§3.5

τί οὖν ἐστὶν Ἀπολλώς; τί δέ ἐστιν Παῦλος; διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.

那么,亚波罗算什么?保罗又算什么?他们不过是仆役,借着他们你们才信了主,正如主赐给各人的那样。

§3.6

ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·

我栽种了,亚波罗浇灌了,唯有神叫它生长。

§3.7

ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων θεός.

可见,栽种的算不得什么,浇灌的也算不得什么,唯有叫它生长的神才是关键。

§3.8

ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον, θεοῦ γάρ ἐσμεν συνεργοί·1

栽种的和浇灌的乃是一样,但各人将按自己的劳苦得自己的报酬。

§3.9

θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

因为我们是神的同工;你们是神的田地,神的房屋。

§3.10

Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·

照着神赐给我的恩典,我像一个聪明的工头立好了根基,而别人在上面建造。但各人要谨慎怎样在上面建造。

§3.11

θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·

因为除了那已经立好的根基,就是耶稣基督以外,没有人能立别的根基。

§3.12

εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται,2 καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ αὐτὸ δοκιμάσει.

若有人用金、银、宝石、木、草、禾秸在这根基上建造,各人的工程必将显露,因为那日子必将它表明出来;因为那日子要在火中显现,并且那火要亲自试验各人的工程是怎样的。

§3.14

εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.

若有人在这上面建造的工程存得住,他就要得到报酬;若有人的工程被烧毁了,他就要受亏损,但他自己却要得救,只是这样得救就像从火里经过一样。

§3.16

Οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐν ὑμῖν οἰκεῖ;

难道你们不知道你们是神的殿,神的灵住在你们里面吗?

§3.17

εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.3

若有人毁坏神的殿,神必要毁坏那人;因为神的殿是圣洁的,这殿就是你们。

§3.18

Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός, ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστίν· γέγραπται γάρ "Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·" καὶ πάλιν "Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν" σοφῶν "ὅτι εἰσὶν μάταιοι.4"

谁也不要自欺。如果你们当中有人在这世上自以为有智慧,就该变成愚拙,好成为有智慧的。因为这世上的智慧,在神看是愚拙。正如经上所记: “神叫有智慧的人中了自己的诡计”;又说: “主知道智慧人的意念 是虚妄的。”

§3.21

ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις·

所以,谁都不可夸耀人。

§3.22

πάντα γὰρ ὑμῶν ἐστίν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.

因为万物全是你们的,无论是保罗,是亚波罗,是矶法,是世界,是生命,是死亡,是现在的事,是将来的事,全都是你们的,而你们是属于基督的,基督是属于神的。

语法注4 条
  1. 3.8θεοῦ γάρ ἐσμεν συνεργοί

    属格 θεοῦ 表示所有或从属关系(“神的同工/在神名下的同工”)。前缀 συν- 在语法上既可指与神同工,也可指传道者彼此同工;但紧随其后的两个并列属格短语(θεοῦ γεώργιον“神的田地”、θεοῦ οἰκοδομή“神的房屋”)表明,三个 θεοῦ 具有相同的从属性质,指传道者们是在神的权下彼此协作的仆役。

  2. 3.13ὅτι ἐν πυρὶ ἀποκαλύπτεται

    单数动词 ἀποκαλύπτεται 的语法主语最自然应理解为前句的主语 ἡ ἡμέρα(“那日子”),即“因为那日子将在火中显露出来”。虽然在语法上也可以将 τὸ ἔργον(“工程/工作”)视为主语,但符合新约末世论中“主的日子伴随烈火显现”的常见表达模式。

  3. 3.17οἵτινές ἐστε ὑμεῖς

    定性关系代词 οἵτινες 采用复数阳性,并未在性数上与其先行词单数名词 ναός(“殿”)一致,而是受关系从句内部的谓语人称代名词 ὑμεῖς(“你们”)的吸引(attractio)而变为复数,表补充说明:“而这殿就是你们”。

  4. 3.20Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι

    先取构词法(prolepsis)的典型用例。本应作为从属 ὅτι 节主语的名词短语 τοὺς διαλογισμοὺς τῶν σοφῶν 被提前置于主句动词 γινώσκει 之后作为宾格直接宾语,字面直译为“主知道智慧人的意念,知道它们是虚妄的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:3.1-3.23