- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:15.30-15.58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明死人复活是信徒忍受苦难与道德操守的前提,借种子与天体之喻论证复活之体的属灵特质及亚当与基督的对比,并宣告对死亡的终极胜利,劝勉信徒坚定不移。
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
我们又为什么时刻冒险呢?
καθʼ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν,1 ἀδελφοί, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
我天天冒死;弟兄们,我指着我在我们的主基督耶稣里以你们所夸的夸耀起誓。
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν."
如果我单单顺从人的意思在以弗所与野兽搏斗,对我有什么益处呢?若死人不复活,“我们就吃吃喝喝吧,因为明天就要死了。”
μὴ πλανᾶσθε·
不要受欺骗:
φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινὲς ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
“滥交败坏良德。”你们要合宜地醒悟过来,不要犯罪,因为有人对神毫无所知;我说这话是要叫你们羞愧。
Ἀλλὰ ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;
但有人会说:“死人怎样复活呢?带着什么样的身体来呢?”
ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι2 σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
糊涂人哪!你所种的,若不死就不得生;并且你所种的,不是种那将来的身体,不过是赤露的一粒,也许是麦子,或是别的什么;但神随自己的意思给它一个身体,并给各种子各自的身体。
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
凡肉体不是同一样的肉体:有人类的肉体,又有走兽的肉体,又有鸟类的肉体,又有鱼类的肉体。
καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
有天上的形体,也有地上的形体;但天上形体的荣光是一样,地上形体的荣光又是一样。
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
日有日的荣光,月有月的荣光,星有星的荣光;这星和那星在荣光上也有分别。
οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.
死人的复活也是这样。
σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
所种的是必朽坏的,复活的是不朽坏的;所种的是羞辱的,复活的是荣耀的;所种的是软弱的,复活的是强健的;所种的是属血气的身体,复活的是属灵的身体。若有属血气的身体,也就有属灵的身体。
οὕτως καὶ γέγραπται "Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν·" ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.
经上也是这样记着说: “首先的人亚当成了有灵的活人”;末后的亚当成了赐生命的灵。
ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. ὁ πρῶτος "ἄνθρωπος ἐκ γῆς Χοϊκός," ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
然而,属灵的不在先,属血气的在先,以后才是属灵的。头一个“人是出于地,乃属土”;第二个人是出于天。
οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
那属土的怎样,凡属土的也就怎样;那属天的怎样,凡属天的也就怎样。
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
我们既有属土的形状,也当带有属天的形状。
Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
弟兄们,我告诉你们这话:血肉之体不能承受神的国,必朽坏的也不能承受不朽坏的。
ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα3 πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει4 γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
看哪,我把一件奥秘告诉你们:我们不是都要睡觉,乃是都要改变,就在一瞬间,眨眼之间,号筒末次吹响的时候。因为号筒要响,死人要复活成为不朽坏的,我们也要改变。
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
因为这必朽坏的必要穿上不朽坏,这必死的必要穿上不死。
ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται [τὴν] ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος "Κατεπόθη ὁ θάνατος εἰς νῖκος."
这必死的既穿上不死,那时经上所记的话就应验了: “死被胜利吞灭了。”
"ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; "
“死啊,你的胜利在哪里?死啊,你的毒刺在哪里?”
τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν "τὸ νῖκος" διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
死的毒刺就是罪,罪的权势就是律法;感谢神,他藉着我们的主耶稣基督赐给我们胜利。
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
所以,我亲爱的弟兄们,你们务要坚固,不可动摇,常常竭力多作主工,因为知道你们的劳苦在主里面不是徒然的。
- 15.31νὴ τὴν ὑμετέραν καύχησιν
肯定誓词 νή 后接宾格名词引出誓言。物主形容词 ὑμετέραν 在语义上相当于宾格性属格,意为“关于你们的(夸耀)”。
- 15.37εἰ τύχοι
带有希求语气的习惯表达,作副词性插入语,意为“如果碰巧”、“大概”、“比如”。
- 15.51πάντες οὐ κοιμηθησόμεθα
虽然否定词 οὐ 直接置于动词前,但在语义上否定主语 πάντες 全体,构成部分否定(“我们不是都要睡觉”),反映了闪族语式的句式习惯。
- 15.52σαλπίσει
第三人称单数主动语态的非人称用法,未明示主语,习惯上表示“号筒要吹响”或“(号手)要吹响号筒”。
