← 新约圣经

哥林多前书

§15.1-15.29

基督复活的见证与死人复活的论证

保罗重申关于基督受死与复活的传统福音见证,驳斥否认死人复活的荒谬推论,并阐明基督复活所奠定的末世万物降服于神并承受救恩的次序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, διʼ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε,1 ἐκτὸς εἰ μὴ2 εἰκῇ ἐπιστεύσατε.

弟兄们,我要向你们讲明我向你们所传的福音;这福音你们领受了,又在其中站立得住,并且藉着它得救——只要你们持守我向你们传讲的是什么样的话语,除非你们是徒然相信。

§15.3

παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.

因为我当日所领受又传给你们的第一要紧的,就是基督照圣经所说,为我们的罪死了,而且埋葬了,又照圣经所说,第三天复活了,并且显给矶法看,然后显给十二使徒看;后来一时显给五百多位弟兄看,其中一大半到现在还在,却也有一些已经睡了;以后显给雅各看,再后显给众使徒看;末了,也显给我看,我就像一个未到产期而生的人一样。

§15.9

Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·

因为我是使徒中最小的,不配称为使徒,因为我迫害了神的教会。

§15.10

χάριτι δὲ θεοῦ εἰμὶ ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.

然而蒙神的恩典,我才成了今日的我,并且他赐给我的恩典没有落空,反而我比他们众人更加劳苦;其实不是我,乃是神的恩典与我同在。

§15.11

εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

所以,无论是我还是他们,我们都是这样宣讲,你们也是这样信了。

§15.12

Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινὲς ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

既然传讲基督已经从死里复活了,你们中间怎么有人说没有死人复活的事呢?

§15.13

εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν, εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ3 ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.

若没有死人复活的事,基督也就没有复活;若基督没有复活,那么我们的宣讲便是落空,我们的信心也是落空;并且我们也显出是为神作假见证的,因为我们违背神作见证说他叫基督复活了;如果死人真的不复活,神就没有叫基督复活。

§15.16

εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν [ἐστίν], ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.

因为死人若不复活,基督也就没有复活;基督若没有复活,你们的信便是徒然,你们仍在你们的罪里;那么,在基督里睡了的人也都灭亡了。

§15.19

εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.

如果我们仅仅在今生对基督抱有盼望,我们就是众人中最可怜的了。

§15.20

Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.

但如今,基督已经从死里复活,成了睡了之人初熟的果子。

§15.21

ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·

因为死既然藉着一人而来,死人的复活也藉着一人而来。

§15.22

ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται.

在亚当里众人都死了;照样,在基督里众人也都要复活。

§15.23

Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ "θῇ" πάντας "τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας" αὐτοῦ.

但各人要按着自己的次序:初熟的果子是基督,以后在他降临的时候,是那些属基督的人;再后是终结,那时他要把国交与父神,并且废除一切执政的、掌权的、有能力的。因为基督必要作王,直到神把一切仇敌都放在他的脚下。

§15.26

ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, "πάντα" γὰρ "ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ." ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.

尽末了所废除的仇敌就是死。因为“神叫万物都服在他的脚下。”既说万物都服了,显然那叫万物服他的并不在其内了。

§15.28

ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.

万物既服了他,那时子自己也要服那叫万物服他的,叫神在万物中作一切的一切。

§15.29

Ἐπεὶ τί ποιήσουσιν4 οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;

不然,那些为死人受洗的要做什么呢?若死人总不复活,为什么还要为他们受洗呢?

语法注4 条
  1. 15.2τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε

    τίνι λόγῳ 引导间接疑问句,作第1节开头主要动词 Γνωρίζω 的宾语从句(前面的 τὸ εὐαγγέλιον 是前置提述[prolepsis]宾语)。条件从句 εἰ κατέχετε 作为插入语附于其后,意为“(我向你们指明)我是以怎样的话向你们宣讲的,只要你们持守”。

  2. 15.2ἐκτὸς εἰ μὴ

    由 ἐκτός(除……外)与 εἰ μή(若不)叠合而成的希腊化时代常见冗余惯用语。此处并不构成双重否定表肯定,而是表达强化的例外排除:“除非”。

  3. 15.15κατὰ τοῦ θεοῦ

    介词 κατά 支配属格,在此表示不利或敌对(“背逆神”“对神不利”),与“伪证人”(ψευδομάρτυρες)相呼应。虽有将其解为指代对象的“论及神/关于神”,但在法庭证言的语境下,取“违背神作伪证”最为自然。

  4. 15.29Ἐπεὶ τί ποιήσουσιν

    连词 Ἐπεὶ 在此省略了反事实前提,承接上文死人复活的事实,引出反向推论,意为“否则/若非如此(死人复活),受洗的人要做什么呢?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:15.1-15.29