- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:16.1-16.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗指导了为圣徒捐钱的安排及自己的行程计划,嘱咐要敬重同工并在信仰上坚固,最后转达诸教会的问安并附以亲笔问安作结。
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
关于为圣徒捐钱的事,我怎样吩咐加拉太的众教会,你们也当怎样行。
κατὰ μίαν σαββάτου1 ἕκαστος ὑμῶν παρʼ ἑαυτῷ τιθέτω θησαυρίζων ὅτι ἐὰν εὐοδῶται,2 ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.
每逢七日的第一日,各人要照自己的进项,在自己家里抽出一些积蓄起来,免得我来的时候才现凑。
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω3 ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι,4 σὺν ἐμοὶ πορεύσονται.
及至我来到,你们写信所认可的人,我便打发他们把你们的馈赠送到耶路撒冷去;若我也去是合宜的,他们就与我一同去。
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ ἢ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
我经过马其顿之后,就到你们那里去,因为我是要经过马其顿的;或许在你们那里住些日子,或者度冬,好叫你们在我无论往哪里去的时候,给我送行。
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.
因为我现在不愿在路过时看你们;主若许,我盼望与你们同住一些日子。
ἐπιμένω δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
但我要在以弗所住到五旬节,因为有又大又有效验的门为我开了,反对的人也多。
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
若提摩太来到,你们要留心,叫他在你们那里无所惧怕,因为他像我一样做主的工;所以没有人当藐视他。你们要送他平平安安地前行,好叫他到我这里来,因为我同弟兄们都在等候他。
Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
至于亚波罗弟兄,我再三劝他同弟兄们到你们那里去;但他绝不愿现在去,几时有了机会他必去。
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
你们要警醒,在信仰上站立得稳,要有大丈夫的气概,要强壮。
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
你们所做的一切,都要在爱中做。
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαίας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
弟兄们,我劝你们——你们知道司提反一家是亚该亚初熟的果子,并且他们委身服事圣徒——
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε5 τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
你们也要顺服这样的人,并一切同工同劳的人。
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
我因司提反、福徒拿都和亚该古的到来而喜乐,因为他们补足了你们不在的缺欠;他们使我和你们的心灵都得畅快。所以你们要敬重这样的人。
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατʼ οἶκον αὐτῶν ἐκκλησίᾳ.
亚细亚的众教会问你们安。亚居拉和百基拉,并在他们家里的教会,在主里多多地问你们安。
ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
众弟兄都问你们安。你们要用圣洁的吻彼此问安。
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
我保罗亲笔问安。
εἴ τις οὐ φιλεῖ τὸν κύριον, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά.
若有人不爱主,他就该受诅咒。主必要来!
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθʼ ὑμῶν.
愿主耶稣的恩典与你们同在。
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
愿我的爱在基督耶稣里与你们众人同在。
- 16.2κατὰ μίαν σαββάτου
基数词 μίαν 在此充当序数词(“第一”)的功能,与 σαββάτου 连用,是希伯来表达方式的希腊语化用法(闪米特语风),意为“七日的第一日”(星期日)。κατά 表分配(“每逢”)。
- 16.2ὅτι ἐὰν εὐοδῶται
ὅτι 即不定关系代词 ὅ τι(“凡……的”)。动词 εὐοδῶται 为中被动态现在时虚拟语气,意为“顺利”、“昌盛”或“发财”。全句表示程度或条件:“照其顺利/获得的程度(照自己的进项)”。
- 16.3οὓς ἐὰν δοκιμάσητε διʼ ἐπιστολῶν, τούτους πέμψω
介词短语 διʼ ἐπιστολῶν(“借着信件”)在句法上有两种修饰可能:(1) 修饰前面关系从句的动词 δοκιμάσητε,意为“你们借着信所认可的人”;(2) 修饰主句的 πέμψω,意为“打发他们带着信件前往”。从词序来看,它紧接在 δοκιμάσητε 之后,理解为由哥林多教会提供凭据或推荐信更为自然。
- 16.4ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι
形容词 ἄξιον 带有加属格中性冠词的“宾格-不定式”结构(τοῦ κἀμὲ πορεύεσθαι,带定冠词不定式)作为其补充成分。在通用希腊语中,属格不定式常用于表示适合或相称的形容词之后,意为“若值得我也前去(我有必要同去)”。
- 16.15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ ... ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε
主要动词 Παρακαλῶ(“我劝你们”)所带的从句是第16节的 ἵνα 从句(ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε)。第15节中插入了说明性事实(οἴδατε τὴν οἰκίαν Στεφανᾶ...,“你们知道司提反一家……”),构成了插入结构(parenthesis),使得主要的劝勉内容延后。
