- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:14.1-14.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗强调先知讲道比没有翻译的方言更能造就教会,并就聚会中恩赐的规范运用、崇拜秩序以及对使徒命令的顺服提出了具体教导。
Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
你们要追求爱,也要切慕属灵的恩赐,尤其是为了让你们作先知讲道。
ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
因为那说方言的,原不是对人说,乃是对神说,因为没有人听得懂,他却是在灵里讲说奥秘;但那作先知讲道的,是对人讲说造就、劝勉和安慰。
ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ1 διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
说方言的是造就自己;作先知讲道的乃是造就教会。我愿意你们众人都说方言,但更愿意你们作先知讲道;因为作先知讲道的比说方言的更大,除非有人翻译出来,使教会得到造就。
νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
弟兄们,如今我若到你们那里去,只说方言,如果不用启示,或知识,或预言,或教训对你们讲话,我对你们有什么益处呢?
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
即使那些发声的无生命之物,无论是箫是琴,若发不出清晰分明的音调,怎能知道吹的是什么、弹的是什么呢?
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
确实,号筒若发出不明确的响声,谁能准备打仗呢?
οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
你们也是如此,若不用舌头发出容易明白的言语,所说的怎能被人明白呢?因为你们就是在向空中说话了。
τοσαῦτα εἰ τύχοι2 γένη φωνῶν εἰσὶν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον· ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
世上的语言种类也许有这么多,却没有一样是没有意义的;因此,我若不明白那声音的含义,我对说话的人便是化外人,那说话的人对我也是化外人。
οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
你们也是如此,既然你们热切追求属灵的恩赐,就要为了教会的造就而求取丰盛。
Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
因此,说方言的应当祈求,好叫他能翻译出来。
ἐὰν [γὰρ] προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
我若用方言祷告,是我的灵在祷告,我的悟性却没有结出果实。
τί οὖν ἐστίν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ [δὲ] καὶ τῷ νοΐ·
那么该怎样呢?我要用灵祷告,我也要用悟性祷告;我要用灵歌唱,我也要用悟性歌唱。
ἐπεὶ ἐὰν εὐλογῇς [ἐν] πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου3 πῶς ἐρεῖ τό Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
否则,你若用灵祝谢,那坐在门外汉位子的人,既然不知道你所说的是什么,怎能在你感谢的时候说“阿们”呢?
σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
你固然感谢得好,但别人得不到造就。
εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ· ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
我感谢神,我说方言比你们众人都多;然而在教会里,我宁可用我的悟性说五句话来教导别人,也不愿用方言说一万句话。
Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
弟兄们,在心智上不要作小孩子;在恶事上要作婴孩,在心智上却要作成熟的成年人。
ἐν τῷ νόμῳ γέγραπται ὅτι "Ἐν ἑτερογλώσσοις καὶ ἐν Χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ" οὕτως "εἰσακούσονταί" μου, λέγει Κύριος.
律法上记着说: “主说:‘我要藉着说异族语言之人的舌头和外邦人的嘴唇对这百姓说话,即使’ 这样, ‘他们也不听从’ 我。”
ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
这样看来,方言不是给信的人作证据,而是给不信的人;先知讲道不是给不信的人,而是给信的人。
Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
所以,全教会若聚在一处,大家都说方言,有门外汉或不信的人进来,他们岂不说你们疯了吗?
ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον "προσκυνήσει" τῷ θεῷ, ἀπαγγέλλων ὅτι "Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστίν."
但若众人都作先知讲道,有不信的或门外汉进来,他就被众人劝醒,被众人审明,他心里的隐秘显露出来,这样,他就俯伏在地敬拜 神,宣告说: “神真的在你们中间了。”
Τί οὖν ἐστίν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνίαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
弟兄们,那么该怎样呢?你们聚会的时候,各人或有诗歌,或有教训,或有启示,或有方言,或有翻译;凡事都要为了造就而行。
εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
若有人说方言,只要两个人,至多三个人,且要轮流说,并要由一个人翻译;若没有翻译的人,就当在教会中闭口,只对自己和对神说。
προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
至于作先知讲道的,要有两个人或三个人说话,其余的人当加分辨;若旁边坐着的另有人得了启示,那先说话的就当闭口。
δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται, (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης) ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
因为你们都可以一个一个地作先知讲道,好使众人受教,众人都得劝勉;(先知的灵原是服从先知的,因为神不是混乱的神,乃是和平的神),正如在圣徒的各教会中一样。
Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.
妇女在教会中要闭口不言,因为不准她们说话;她们总要顺服,正如律法所说的。
εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
她们若想学什么,在家里问自己的丈夫;因为妇女在教会中说话是可耻的。
Ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή·4 εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.
神的道理岂是从你们出来的吗?岂是单单临到你们吗?若有人以为自己是先知,或是属灵的,就该知道我写给你们的是主的命令;若有人不理会,他就不被理会。
ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις· πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
所以,我的弟兄们,你们要切慕作先知讲道,也不要禁止说方言;凡事都要规规矩矩、按着次序行。
- 14.5ἐκτὸς εἰ μὴ
ἐκτὸς εἰ μὴ 是由 ἐκτός(除……之外)与 εἰ μή(若不)叠合而成的习惯表达,具双重否定修辞,意为“除非”。
- 14.10εἰ τύχοι
无人称希求式条件句的习惯用法,在句中作插入语,意为“大概/或许”或“比方说”。
- 14.16ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου
分词短语,直译为“充实门外汉之位者”,指未受充分教导、不懂得或不参与该属灵恩赐表达的“局外人”或“初学者”。
- 14.37ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή
关系代词从句 ἃ γράφω ὑμῖν 作主句动词 ἐπιγινωσκέτω 的直接宾语,随后的 ὅτι 从句同位或补充说明其内容(“是主的命令”)。
