- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:13.1-13.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明爱是一切属灵恩赐与舍己行为之上的最卓越之道,详述了爱的特质、有限恩赐面对完全者时的废弃,并宣告在信、望、爱中爱是最伟大的。
Καὶ ἔτι καθʼ ὑπερβολὴν1 ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα2 χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
我还要把一条极其卓越的道路指示你们。我若能说万人的方言,并天使的话语,却没有爱,我就成了鸣的锣、响的钹一般。
κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν,3 ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
我若有作先知讲道的恩赐,也明白各样的奥秘和一切的知识,而且有全备的信心,以致能够移山,却没有爱,我就算不得什么。
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
我若将所有的财产分给人周济,又为了夸耀而舍己身,却没有爱,对我毫无益处。
Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συνχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
爱是恒久忍耐,又有恩慈;爱是不嫉妒,爱是不自夸,不张狂,不做不合体统的事,不求自己的益处,不轻易发怒,不计较人的恶,不喜欢不义,只与真理同乐;凡事包容,凡事相信,凡事盼望,凡事忍耐。
Ἡ ἀγάπη οὐδέποτε πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
爱是永不止息。先知讲道之能终必归于无有,说方言之能终必停止,知识也终必归于无有。
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
因为我们现在所知道的只是有限,我们作先知所讲的也只是有限;及至那完全的来到,这有限的就必归于无有了。
ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
我作孩子的时候,话语像孩子,心思像孩子,意念像孩子;既成了人,就把孩子的事废除了。
βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.4
我们如今仿佛对着镜子观看,模糊不清,到那时就要面对面了;我如今所知道的有限,到那时就全知道,如同我被全知道一样。
νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.
如今常存的有信,有望,有爱这三样,其中最大的是爱。
- 13.1καθʼ ὑπερβολὴν
介词短语 καθʼ ὑπερβολὴν(字面意为“过度地、超绝地”)在此作形容词性修饰,修饰名词 ὁδόν(道路),意为“极其卓越的道路”。虽然语法上亦可视为修饰动词 δείκνυμι 的副词短语(“极其显著地指示”),但从第13章将“爱”本身作为至高道路的主题来看,紧密修饰 ὁδόν 是最自然的解释。
- 13.1γέγονα
完成式 γέγονα 置于 ἐάν+虚拟语气从句的主句中,充当结果完成式(或戏剧性完成式),生动表达一旦假定条件(缺少爱)成立,便即刻陷入并持续该状态(“我就成了……”)。
- 13.2ὥστε ὄρη μεθιστάνειν
连词 ὥστε 搭配不定式 μεθιστάνειν 构成结果/程度从句(“以致于移山”),用来修饰并界定前文 πᾶσαν τὴν πίστιν(“全备的信心”)的程度。
- 13.12καθὼς καὶ ἐπεγνώσθην
不定过去时被动态 ἐπεγνώσθην 属于神圣被动态(passivum divinum),隐含施动者为神。它与前文的主动意义的未来时关身态 ἐπιγνώσομαι(“我将全知道”)形成对比,表明“正如我被神完全认识一样,那时我也将完全认识”。
