- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:12.1-12.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明各样属灵恩赐源于同一位圣灵,借一个身体有许多肢体的比喻教导信徒彼此依存与合一,并列述教会中的各项职分,勉励他们追求更大的恩赐。
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
弟兄们,论到属灵的恩赐,我不愿意你们不明白。
Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.1
你们知道,当你们作外邦人的时候,无论怎样被引诱,总是被牵引到那哑巴偶像那里去。
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ΑΝΑΘΕΜΑ ΙΗΣΟΥΣ, καὶ οὐδεὶς δύναται εἰπεῖν ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
所以我告诉你们,被神的灵感动说话的,没有人说“耶稣该受诅咒”;若不是被圣灵感动,也没有人能说“耶稣是主”。
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσίν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
恩赐虽有分别,圣灵却是一位;职事虽有分别,主却是一位;功用虽有分别,神却是一位,在众人里面运行一切的事。
ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
圣灵显在各人身上,是叫人得益处。
ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνία γλωσσῶν·
这人蒙圣灵赐他智慧的言语,那人也蒙这同一位圣灵赐他知识的言语,又有一人蒙同一位圣灵赐他信心,还有一人蒙这一位圣灵赐他医病的恩赐,又有一人蒙赐行异能的作为,又有一人蒙赐作先知讲道,又有一人蒙赐辨别诸灵,又有一人蒙赐说各样方言,又有一人蒙赐翻译方言。
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
这一切都是这唯一且同一的圣灵所运行,随己意个别分给各人的。
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ χριστός·
正如身子是一个,却有许多肢体,身子上的肢体虽多,仍是一个身子;基督也是这样。
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.2
因为我们不论是犹太人是希腊人,是奴隶是自由人,都在一位圣灵里受洗成了一个身体,并且都得以饮于一位圣灵。
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά. ἐὰν εἴπῃ ὁ πούς Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·3 καὶ ἐὰν εἴπῃ τὸ οὖς Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
身子原不是一个肢体,乃是许多肢体。设若脚说:“我不是手,所以不属于身子”,它不能因此就不属于身子;设若耳说:“我不是眼,所以不属于身子”,它也不能因此就不属于身子。
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
若全身是眼,从哪里听呢?若全身是耳,从哪里闻呢?
νῦν δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
但如今,神随自己的意思把肢体一一安排在身上了。
εἰ δὲ ἦν [τὰ] πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
若都是一个肢体,身子在哪里呢?
νῦν δὲ πολλὰ μέλη, ἓν δὲ σῶμα. οὐ δύναται [δὲ] ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί Χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν Χρείαν ὑμῶν οὐκ ἔχω·
但如今肢体是多的,身子却是一个。眼不能对手说: “我用不着你”;头也不能对脚说:“我用不着你们”。
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
不但如此,身上肢体人以为较软弱的,更是不可缺少的;身上肢体我们以为较不体面的,越发给它加上丰满的体面,我们不俊美的部分,越发得着丰满的俊美;我们俊美的部分,自然用不着了。但神搭配这身子,把加倍的体面赐给那有缺欠的肢体,免得身上分门别类,总要肢体彼此同样顾惜。
καὶ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη.
若一个肢体受苦,所有的肢体就一同受苦;若一个肢体得荣耀,所有的肢体就一同快乐。
ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
你们就是基督的身子,并且各自作肢体。
Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους,4 δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
神在教会所设立的:第一是使徒,第二是先知,第三是教师,其次是行异能的,再次是得恩赐医病的、帮助人的、治理事的、说各样方言的。
μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
岂都是使徒吗?岂都是先知吗?岂都是教师吗?岂都是行异能的吗?
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
岂都是有医病的恩赐吗?岂都是说方言的吗?岂都是翻译方言的吗?
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα.
你们却要热切追求那更大的恩赐。
- 12.2Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
在 ὅτι 之后由于插入了时间从句 ὅτε ἔθνη ἦτε,导致缺乏显式的主要限定动词,形成了语法脱节(破格句)。在句意结构上,分词 ἀπαγόμενοι 配合表示方式与习惯的 ὡς ἂν ἤγεσθε(“无论怎样被引诱/牵引”),共同承担了谓语的语义功能。
- 12.13καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
支配双宾格(使某人[宾格]喝某物[宾格])的动词 ποτίζω 的被动结构。转为被动语态后,人成为主语 πάντες(主格),而被饮入的对象 ἓν πνεῦμα 则作为保留宾格继续维持宾格形式。
- 12.15οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος
采用双重否定(οὐ ... οὐκ)的强调结构。介词短语 παρὰ τοῦτο 表示原因(“因这一缘故”),整句字面意为“并不因这一缘故就不属于身子”,即它绝不会因此就失去作为身体肢体的资格。
- 12.28Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους
动词 ἔθετο 构成支配双宾格的句式(“设立/安置某人[宾格]为某职[宾格]”)。在统语上,οὓς μέν 并没有对应的 οὓς δέ 出现,而是直接转向了由序数副词加宾格名词(πρῶτον ἀποστόλους, δεύτερον...)以及随后关于抽象恩赐与功用的列举,呈现出语法脱节(破格)的特征。
