- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:11.1-11.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗论述了敬拜聚会中的秩序,包括男女在祷告或讲道时蒙头的意义与创造秩序,随后责备在吃主的晚餐时的分裂行为,重申圣餐设立的言辞,并吩咐众人当省察自己以领受主的身体。
μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
你们该效法我,正如我效法基督一样。
Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
我称赞你们,因为你们凡事记念我,并且照着我传给你们的,坚守那些传承。
Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ χριστοῦ ὁ θεός.
我愿意你们知道,每个男人的头是基督,女人的头是男人,基督的头是神。
πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων1 καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
凡男人祷告或讲道,若蒙着头,就羞辱自己的头;凡女人祷告或讲道,若不蒙头,就羞辱自己的头,因为这与剃了头发完全是一样的。
εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
女人若不蒙头,就该剪短头发;但女人若以剪发或剃发为羞耻,就该蒙上头。
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, "εἰκὼν" καὶ δόξα "θεοῦ" ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
男人本不该蒙着头,因为他是神的形象和荣耀;但女人是男人的荣耀。
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
因为不是男人由女人而出,乃是女人由男人而出;并且也不是男人为了女人受造,乃是女人为了男人受造。
διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς2 διὰ τοὺς ἀγγέλους.
因此,为了天使的缘故,女人应当在头上有权柄的记号。
πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· ωσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
然而在主里面,女不是无男,男也不是无女;因为正如女人由男人而出,照样男人也是借着女人而生,并且万有都是出于神。
ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
你们自己审断吧:女人不蒙头向神祷告,是合宜的吗?
οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστίν, γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστίν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.
自然本身岂不也教导你们,男人若留长发,便是他的羞辱;女人若留长发,却是她的荣耀吗?因为这头发是赐给她作遮盖的。
Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
若有人想要起争论,我们却没有这样的规矩,神的众教会也是没有的。
Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
我吩咐这事,并不是称赞你们,因为你们聚集不是受益,乃是招损。
πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
首先,我听说你们在聚会的时候,你们中间有分裂,并且我有一部分相信这事。
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἵνα [καὶ] οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
因为在你们中间必然也会有分党,好叫那些经得起考验的人在你们中间显明出来。
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν, ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
所以,你们聚集在一处的时候,并不是吃主的晚餐;因为吃的时候,各人先吃自己的晚饭,甚至这个饥饿,那个醉饱。
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
难道你们没有房屋吃喝吗?还是你们轻看神的教会,叫那些无所有的人羞愧呢?我该对你们说什么呢?称赞你们吗?在这事上我不称赞。
ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ "διαθήκη" ἐστὶν ἐν "τῷ" ἐμῷ "αἵματι·" τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
因为我从主领受、又传给你们的,就是主耶稣被出卖的那一夜,拿起了饼,祝谢了,就擘开,说:“这是我的身体,是为你们的;你们应当如此行,为的是记念我。” 饭后,也同样拿起杯来,说:“这杯是用我的血所立的新约;你们每逢喝的时候,要如此行,为的是记念我。”
ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι οὗ ἔλθῃ.
因为你们每逢吃这饼、喝这杯,就是宣告主的死,直等到他来。
ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
所以,凡不合宜地吃饼或喝主的杯的,就是干犯主的身体和主的血了。
δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
人应当自己省察,然后才吃这饼、喝这杯。
ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα.3
因为那吃喝的人,若不辨明那身体,就是吃喝自己的审判了。
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
因此,在你们中间有许多软弱的和患病的,睡了的也不少。
εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·4
我们若是辨明自己,就不至于受审判。
κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
我们受审判的时候,乃是被主管教,免得我们和世人一同被定罪。
ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε.
所以我弟兄们,你们聚集吃的时候,要彼此等待。
εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
若有人饥饿,就该在家里吃,免得你们聚集招致审判。其余的事,等我来的时候再作安排。
- 11.4κατὰ κεφαλῆς ἔχων
介词 κατά 支配属格在此表示空间上的“从……垂下”;分词 ἔχων 的直接宾语(如面纱或覆盖物)被省略,构成习语,意为“头上有垂下之物”,即“蒙着头”。
- 11.10ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς
字面意为“在头上有权柄”,此处用作转喻,指在头上戴有权柄之标记的面纱或头巾,以符合造物秩序并在天使面前保持礼仪。
- 11.29μὴ διακρίνων τὸ σῶμα
否定词 μή 修饰现在分词 διακρίνων,引导条件(“若不辨明”)或伴随状况(“不加分辨地”)。τὸ σῶμα 指圣餐中基督的身体,亦隐喻作为基督身体的教会信徒群体。
- 11.31εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα
由 εἰ 接未完成过去时直陈式(条件从句)与 ἄν 接未完成过去时直陈式(主句)构成的与现在事实相反的虚拟条件句,表示“倘若我们省察自己,我们便不至于受审判”。
