- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:9.1-9.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗倾诉自己因同胞以色列人的不信而有的深切忧伤,指出神的应许并未落空,因为神按主权拣选的应许儿女才是真正的以色列。他以窑匠的主权论证神施恩怜悯和呼召外邦人的自由,并阐明以色列跌倒在于他们不凭信心求义,而倚靠律法的行为。
Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συνμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου·
我在基督里说真话,并不说谎,有我的良心在圣灵里同为我作证:我心里有极大的忧愁,无尽的痛苦。
ηὐχόμην1 γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλεῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
为了我的弟兄,我骨肉之亲的缘故,就是我自己被咒诅,与基督隔绝,我也愿意。他们是以色列人;儿子的名分、荣耀、诸约、律法的颁布、敬拜的礼仪和诸应许都是他们的。列祖也是他们的,按肉体说,基督也是从他们出来的;这位在万有之上的神,是永远当受赞美的。阿们。
Οὐχ οἷον δὲ ὅτι2 ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλʼ "Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα."
但这并不是说神的话落了空。因为从以色列生的,不都是以色列人;也不因为是亚伯拉罕的后裔,就都作他的儿女,反而是: “从以撒生的,才要称为你的后裔。”
τοῦτʼ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα·
这就是说,肉身所生的儿女并不是神的儿女,唯独应许的儿女才算是后裔。
ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος "Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός."
因为应许的话是这样说的: “到这个时候,我要来,撒拉必生一个儿子。”
οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι "Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·"
不但如此,利百加从一个人,就是我们的祖宗以撒怀了孕;双子还没有生下来,善恶还没有作出来,为要使神拣选的旨意立定,不在乎人的行为,乃在乎召人的主,神就对利百加说: “将来大的要服事小的。”
καθάπερ γέγραπται "Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα."
正如经上所记: “雅各是我所爱的,以扫是我所恨的。”
Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·
这样,我们要怎么说呢?难道神有什么不义吗?绝对没有!
τῷ Μωυσεῖ γὰρ λέγει "Ἐλεήσω ὃν ἄν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω."
因为他对摩西说: “我要怜悯谁,就怜悯谁;要恩待谁,就恩待谁。”
ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.
据此看来,这不在乎人的意愿,也不在乎人的奔跑,只在乎发怜悯的神。
λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι "Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. "
因为经上有话向法老说: “我特意兴立你,是要在你的身上彰显我的权能,并要使我的名传遍全地。”
ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει "σκληρύνει."
如此看来,神要怜悯谁,就怜悯谁;要使谁刚硬,就使谁刚硬。
Ἐρεῖς μοι οὖν Τί ἔτι μέμφεται;
这样,你会对我说:“那么他为什么还指责人呢?
τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; "μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι" Τί με ἐποίησας οὕτως;
因为有谁抗拒他的旨意呢?”你这个人哪,你到底是谁,竟敢向神顶嘴呢? 被造之物岂能对造它的人说: “你为什么把我造成这样呢?”
ἢ οὐκ ἔχει ἐξουσίαν "ὁ κεραμεὺς τοῦ πηλοῦ" ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
窑匠对泥土难道没有权柄,用同一团泥,把这块做成贵重的器皿,把那块做成卑贱的器皿吗?
εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ "ἤνεγκεν3" ἐν πολλῇ μακροθυμίᾳ "σκεύη" "ὀργῆς" κατηρτισμένα "εἰς ἀπώλειαν," ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;
倘若神有意要显明他的忿怒,彰显他的权能,就多多宽容忍耐那预备遭毁灭的忿怒的 器皿,又要将他丰盛的荣耀彰显在那蒙怜悯、早预备得荣耀的器皿上,又如何呢?这器皿就是我们这些蒙他所召的,不仅从犹太人中,也从异邦人中。
ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει "Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·"
正如神在何西阿书上也说: “那本来不是我子民的,我要称为‘我的子民’; 那本来不蒙爱的,我要称为‘蒙爱的’。”
" καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη [αὐτοῖς] Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος."
“ 从前在什么地方对他们说:‘你们不是我的子民’, 将来就在那里称他们为‘永生神的儿子’。”
Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπό" "λιμμα σωθήσεται· " "λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς. "
以赛亚指着以色列喊着说: “以色列子孙的数目虽多如海沙,得救的不过是那剩下的 余数;因为主必在世上彻底而且迅速地成全他的话。”
καὶ καθὼς προείρηκεν Ἠσαίας "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν."
正如以赛亚预先说过的: “若不是万军之主给我们存留后裔, 我们早已像所多玛,变成 蛾摩拉的样子了。”
Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ἔργων· προσέκοψαν "τῷ λίθῳ τοῦ προσκόμματος,"
这样,我们要怎么说呢?那本来不追求义的异邦人,反得了义,就是因信而得的义;但以色列人追求义的律法,却没有达到律法。这是为什么呢?因为他们不凭着信心求,而是好像凭着行为求。
καθὼς γέγραπται "Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται."
他们绊倒在 那绊脚石上,正如经上所记: “看哪,我在锡安放一块绊脚的石头, 跌人的磐石; 信靠他的人,必不至于羞愧。”
- 9.3ηὐχόμην
此处未加ἄν的未完成过去时直陈语气动词(ηὐχόμην)为表达无法实现的愿望的惯用句法(意为“我恨不得/宁愿”)。它并非表示保罗实际在祈求自己受咒诅,而是以假设性表达极度强调他对同胞骨肉的深切悲痛。
- 9.6Οὐχ οἷον δὲ ὅτι
该表达为 οὐ τοιοῦτόν ἐστιν οἷον ὅτι 的省略惯用句,意为“并非是说……”或“这绝非意味着……”。它省去了主语与系动词,否定了后续由 ὅτι 引导的名词性分句,开启保罗关于神的话语并未落空的论证。
- 9.22εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν
第22–23节构成一个无明确归结分句(apodosis)的破格文句(anacoluthon)或修辞性条件句(意为“倘若神……容忍了,[那又怎样呢?/ 谁能指责呢?]”)。分词 θέλων 既可作让步解(“虽然想要……”),也可作原因解,但结合 ἤνεγκεν(“以多多宽容忍耐”)及下文的目的分句来看,取让步含义最为自然。
