- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:10.1-10.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗表达了对以色列同胞得救的恳切愿望,指出他们企图立自己的义而拒绝了神的义,即律法的终结基督。他阐明凡口里承认、心里相信的人不论族裔皆可得救,并通过旧约经文证明,尽管福音已传遍天下,以色列人却因悖逆未信,反倒使异邦人寻得了神。
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
弟兄们,我心里所愿的,向神所求的,是要他们得救。
μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ1 ἔχουσιν· ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν, ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·
我可以为他们作证,他们对神有热心,但不是按着真知识;因为不知道神的义,又想要立自己的义,就不服神的义了。
τέλος γὰρ νόμου Χριστὸς2 εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
因为律法的终极(成全)就是基督,使凡信他的都得着义。
Μωυσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ νόμου3 "ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν" αὐτῇ.
摩西写着论律法的义说:“行〔这义〕的人,必因此活着。”
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει "Μὴ εἴπῃς" ἐν τῇ καρδίᾳ σου "Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;" τοῦτʼ ἔστιν Χριστὸν καταγαγεῖν·
但那出于信心的义如此说:“你心里不要说: ‘谁要升到天上去呢?’ (就是要领下基督来;)
ἤ "Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;" τοῦτʼ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
或者说: ‘谁要下到深渊去呢?’ (就是要领基督从死里上来。)”
ἀλλὰ τί λέγει; "Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·" τοῦτʼ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.
它到底怎么说呢?〔它说〕: “这话离你很近,就在你口里,在你心里。” 这就是我们所传信心的道。
ὅτι ἐὰν ὁμολογήσῃς "τὸ ῥῆμα ἐν τῷ στόματί σου" ὅτι ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ, καὶ πιστεύσῃς "ἐν τῇ καρδίᾳ σου" ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
你若口里承认耶稣是主这话,心里信神叫他从死里复活,就必得救。
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν·
因为人心底相信就可以称义,口里承认就可以得救。
λέγει γὰρ ἡ γραφή Πᾶς "ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται."
经上说:“凡信靠他的人,必不至于羞愧。”
οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· "Πᾶς "γὰρ "ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται."
因为犹太人和希腊人并没有分别;众人同有一位主,他也厚待一切求告他的人;因为“凡求告主名的,就必得救”。
Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
然而,人未曾信他,怎能求告他呢?未曾听见他,怎能信他呢?没有传道的,怎能听见呢?
πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθάπερ γέγραπται "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά."
若没有奉差遣,怎能传道呢?正如经上所记: “那传美好福音的人,他们的脚踪何等佳美!”
Ἀλλʼ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαίας γὰρ λέγει "Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;"
只是人没有都顺从福音。因为以赛亚说: “主啊,我们所传的,有谁信呢?”
ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
可见信道是从听道来的,听道是从基督的话来的。
ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν;4 μενοῦνγε "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν."
但我说,他们难道没有听见吗?诚然听见了: “他们的声音传遍全地, 他们的言语传到地极。”
ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωυσῆς λέγει "Ἐγὼ παραζηλώσω" ὑμᾶς "ἐπʼ οὐκ ἔθνει," "ἐπʼ ἔθνει ἀσυνέτῳ παροργιῶ" ὑμᾶς.
但我说,以色列人难道不知道吗?首先摩西说: “我要用那不成子民的,惹动你们的妒忌; 我要用那无知的民族,触动你们的怒气。”
Ἠσαίας δὲ ἀποτολμᾷ καὶ λέγει "Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν," "ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν."
以赛亚也放胆说: “没有寻找我的,我被他们遇见; 没有访问我的,我向他们显现。”
πρὸς δὲ τὸν Ἰσραὴλ λέγει "Ὅλην τὴν ἡμέραν ἐξεπέτασα ""τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα."
至于以色列人,他却说: “我整天伸手招呼那悖逆顶撞的百姓。”
- 10.2ζῆλον θεοῦ
θεοῦ 在此处充当宾格性属格(objective genitive),意为“对神的热心”,表示热心的对象是神,而非主格性属格(“神所有的热心”)。
- 10.4τέλος γὰρ νόμου Χριστὸς
Χριστὸς 为主语,τέλος 为表语名词。τέλος 兼具“终结/终止”与“目的/归宿/成全”的双重含义,在上下文中指基督既是律法所指向的终极目标与成全,也带来了以律法行为求义之体制的终结。
- 10.5τὴν δικαιοσύνην τὴν ἐκ νόμου
该宾格短语置于 γράφει ὅτι 之后,充当先引句(prolepsis),将所论述的主题提前作为 γράφει 的宾语(“论及出于律法的义而写道”),直接统摄其后引用的经文内容。
- 10.18μὴ οὐκ ἤκουσαν;
由疑问小词 μὴ 与否定词 οὐκ 复合而成的双重否定修辞疑问句。μὴ 引导预期否定回答的疑问,加上否定词 οὐκ 形成双重否定,产生强烈的肯定预设:“难道他们没有听见吗?(他们当然听见了)”。第19节中的 μὴ Ἰσραὴλ οὐκ ἔγνω; 结构完全相同。
