← 新约圣经

罗马书

§8.1-8.39

圣灵中的生命、将来的荣耀与神不可隔绝的爱

保罗阐明在基督耶稣里的人借着赐生命圣灵的律脱离了罪与死,成为神的儿女和后嗣;虽受现世苦难与受造物一同叹息,但在圣灵的代求与神的爱中必得胜有余。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ·

如此,现今那些在基督耶稣里的人就不被定罪了。

§8.2

ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

因为在基督耶稣里赐生命圣灵的律,已经释放了你,使你脱离罪与死的律了。

§8.3

τὸ γὰρ ἀδύνατον τοῦ νόμου,1 ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός,2 ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας3 κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα·

律法既因肉体软弱而有所不能行的,神就差遣自己的儿子,成为罪身的形状,作了赎罪祭,在肉体中定罪了罪,使律法的义成就在我们这不随从肉体、只随从圣灵行走的人身上。

§8.5

οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.

因为随从肉体的人体贴肉体的事,随从圣灵的人体贴圣灵的事。

§8.6

τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·

肉体的心志就是死,圣灵的心志乃是生命和平安。

§8.7

διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.

因为肉体的心志是与神为仇,既不顺服神的律法,也是不能顺服;而且属肉体的人不能得神的喜悦。

§8.9

Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι. εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

如果神的灵住在你们心里,你们就不属肉体,乃属圣灵了。人若没有基督的灵,就不是属基督的。

§8.10

εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.

基督若在你们心里,身体虽因罪而死,心灵却因义而活。

§8.11

εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει [καὶ] τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.

然而叫耶稣从死里复活者的灵若住在你们心里,那叫基督耶稣从死里复活的,也必借着住在你们心里的圣灵,使你们必死的身体活过来。

§8.12

Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε ἀποθνήσκειν, εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε ζήσεσθε.

弟兄们,这样看来,我们并不是欠肉体的债去顺从肉体活着。你们若顺从肉体活着,必定要死;若靠着圣灵治死身体的恶行,必要活着。

§8.14

ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσίν.

因为凡被神的灵引导的,都是神的儿子。

§8.15

οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν Ἀββά ὁ πατήρ· αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ.

你们所受的不是奴仆的灵,以致仍旧害怕;所受的乃是儿子的名分的灵,因此我们呼叫:“阿爸,父!”圣灵自己与我们的灵同证我们是神的儿女。

§8.17

εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν θεοῦ, συνκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συνπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.

既是儿女,便是后嗣,就是神的后嗣,和基督同作后嗣;如果我们和他一同受苦,也必和他一同得荣耀。

§8.18

Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

我想,现在的苦楚比起将来要显于我们的荣耀,是不足介意的。

§8.19

ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται·

受造之物切望等候神的众子显出来。

§8.20

τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐφʼ ἑλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.

因为受造之物屈服在虚妄之下,不是自己愿意,乃是因那叫它屈服的;但仍在指望之中,受造之物自己也要脱离败坏的辖制,得享神儿女荣耀的自由。

§8.22

οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συνστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν·

我们知道一切受造之物一同叹息、同受产痛,直到如今。

§8.23

οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες [ἡμεῖς] καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.

不但如此,就是我们这有圣灵初结之果子的,也是自己心里叹息,等候得着儿子的名分,乃是我们的身体得赎。

§8.24

τῇ γὰρ ἐλπίδι ἐσώθημεν·4 ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς, ὃ γὰρ βλέπει τίς ἐλπίζει;

我们得救是在乎指望;只是所见的指望不是指望,谁还指望他所见的呢?

§8.25

εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, διʼ ὑπομονῆς ἀπεκδεχόμεθα.

但我们若指望所不见的,就必忍耐等候。

§8.26

Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,5 ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

况且,圣灵也照样帮扶我们的软弱;因为我们本不知道照所当行的该祷告什么,只是圣灵自己用说不出来的叹息替我们代求。鉴察人心的,晓得圣灵的意思,因为圣灵照着神的旨意替圣徒祈求。

§8.28

οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ [ὁ θεὸς] εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.

我们晓得万事都互相效力,叫爱神的人得益处,就是按他旨意被召的人。

§8.29

ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·

因为他预先所知道的人,就预先定下模成他儿子的形象,使他儿子在许多弟兄中作长子。

§8.30

οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

预先所定下的人又召他们来;所召来的人又称他们为义;所称为义的人又叫他们得荣耀。

§8.31

Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν;

既是这样,我们对这些事还要怎么说呢?神若帮助我们,谁能抵挡我们呢?

§8.32

ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;

神既不爱惜自己的儿子,为我们众人舍了,岂不也把万物和他一同白白地赐给我们吗?

§8.33

τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; "δικαιῶν· θεὸς ὁ "

谁能控告神所拣选的人呢? 有神称他们为义了。

§8.34

"τίς ὁ κατακρινῶν;" Χριστὸς [Ἰησοῦς] ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθεὶς [ἐκ νεκρῶν], ὅς ἐστιν ἐν δεξιᾷ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· τοῦ θεοῦ, τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ χριστοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;

谁能定他们的罪呢? 有基督耶稣已经死了,而且从死里复活,现今在神的右边,也替我们代求。谁能使我们与基督的爱隔绝呢?难道是患难吗?是困苦吗?是逼迫吗?是饥饿吗?是赤身露体吗?是危险吗?是刀剑吗?

§8.36

καθὼς γέγραπται ὅτι "Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς."

正如经上所记: “我们为你的缘故终日被杀, 人看我们如将宰的羊。”

§8.37

ἀλλʼ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

然而,靠着那爱我们的,我们在这一切的事上得胜有余。

§8.38

πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

因为我深信无论是死,是生,是天使,是掌权的,是现在的事,是将来的事,是有能力者,是高处的,是深处的,是别的受造之物,都不能叫我们与神的爱隔绝;这爱是在我们的主基督耶稣里的。

语法注5 条
  1. 8.3τὸ γὰρ ἀδύνατον τοῦ νόμου

    句首的中性词组 τὸ ἀδύνατον τοῦ νόμου(律法所不能行的)在句法上属于独立宾格(accusativus pendens)或与全句动作同格的宾格,逻辑上由主句 ὁ θεὸς ... κατέκρινε(神定罪了……)来承接,表示律法无法达成、而神借着差遣其子所成就之事。

  2. 8.3ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός

    短语 ἐν ᾧ 引导表原因或伴随情况的副词性从句(意为“在……的事上”、“因为”),修饰前文关于律法无能为力的表述,说明律法的无力并非其本性有缺陷,而是“因肉体”而软弱。

  3. 8.3περὶ ἁμαρτίας

    介词短语 περὶ ἁμαρτίας 字面意为“关于罪”或“为了罪”,在七十士译本中常作为“赎罪祭”的固定译名。在此处兼指基督受差遣对付罪的权势以及作为赎罪祭的牺牲。

  4. 8.24τῇ γὰρ ἐλπίδι ἐσώθημεν

    与格 τῇ ἐλπίδι 既可理解为方式/范围与格(“在指望中得救”),亦可理解为手段与格(“本着指望得救”)。它强调救赎的完全实现尚非眼前所见的现成事实,而是指向将来的指望。

  5. 8.26τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν

    中性单数宾格定冠词 τό 将整个间接疑问句 τί προσευξώμεθα καθὸ δεῖ(“照所当行的该祷告什么”)名词化,充当主动词 οὐκ οἴδαμεν(“我们本不知道”)的直接宾语。其中虚拟式 προσευξώμεθα 属于深思/商量虚拟式(deliberative subjunctive)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:8.1-8.39