- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:5.1-5.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明因信称义所带来的与神相和、患难中的盼望以及基督受死所显明的神之爱,并将亚当引入的罪与死,与基督藉顺从所带来的恩典、义及永生作对比。
Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν1 πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν [τῇ πίστει] εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ·
所以,我们既因信称义,就让我们藉着我们的主耶稣基督与神相和吧。我们又藉着他,因信得以进入现在所站的这恩典中,并且因指望神的荣耀而欢喜。
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ "ἐλπὶς οὐ καταισχύνει." ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν·
不但如此,就是在患难中也是欢喜的;因为知道患难生忍耐,忍耐生老练,老练生盼望;盼望 “不至于落空”,因为神的爱藉着赐给我们的圣灵,已经浇灌在我们心里。
εἴ γε Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
因为当我们还软弱的时候,基督就按所定的日期为不虔敬的人死了。
μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
为义人死,是少有的;为仁人死,或者有敢作的;唯有基督在我们还作罪人的时候为我们死,神就在此向我们显明他自己的爱了。
πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
现在我们既靠着他的血称义,就更要藉着他免去神的忿怒。
εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
因为我们作仇敌的时候,尚且藉着神儿子的死得与神和好;既已和好,就更要因他的生得救了。
οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ], διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
不但如此,我们现在既藉着我们的主耶稣基督得蒙和好,也就藉着他以神为夸耀。
Διὰ τοῦτο ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν2 καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφʼ ᾧ πάντες ἥμαρτον3-. ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογᾶται μὴ ὄντος νόμου, ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
这就如罪是从一人入了世界,死又是从罪来的,于是死就临到众人,因为众人都犯了罪——没有律法之先,罪已经在世上;但没有律法,罪也不算在账上。然而从亚当到摩西,死就作了王,连那些没有照亚当过犯样貌犯罪的,也在它的权下;亚当乃是那以后要来之人的预表。
Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως [καὶ] τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
只是恩赐不像过犯。若因一人的过犯,众人都死了,神的恩典,与那因耶稣基督一人之恩典所赐的赏赐,就更加倍地临到众人了。这恩赐也不像那一人犯罪的情形;因为审判是由一次过犯而定罪,恩赐乃是由许多过犯而称义。
εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ [τῆς δωρεᾶς] τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
若因一人的过犯,死就藉着这一人作了王,那些受洋溢之恩典并义之赏赐的,就更要因耶稣基督一人在生命中作王了。
Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·4
如此说来,藉着一次过犯,众人都被定罪;照样,藉着一次义行,众人也都被称义得生命了。
ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
因为正如因一人的悖逆,众人成为罪人;照样,因一人的顺从,众人也必成为义了。
νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
律法潜入,是叫过犯显多;只是罪在哪里显多,恩典就在哪里更加充盈了。好叫罪怎样在死亡中作王,恩典也照样藉着义作王,叫人藉着我们的主耶稣基督得永生。
- 5.1εἰρήνην ἔχωμεν
按第一人称复数现在时虚拟式(劝勉虚拟式)理解,译为“与神相和吧/让我们相和”。早期抄本中存在陈述式现在时 ἔχομεν(“我们与神相和”)的重要异文,亦常被理解为陈述既定客观事实,此处依底本虚拟式形态翻译。
- 5.12ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν
第12节由 ὥσπερ(正如)引导的比喻结构构成破格句(anacoluthon),因第13-17节插入的解说性论述而未能直接出现后半句(“照样……”)。这一未完成的比对直到第18节的 Ἄρα οὖν ὡς... οὕτως καί...(如此说来,藉着……照样……)才得以恢复并补全。
- 5.12ἐφʼ ᾧ πάντες ἥμαρτον-.
前置词 ἐπί 引导中性关系代词 ᾧ 构成的连词性短语,表示原因,意为“因为”(相当于 ὅτι)。拉丁语传统(in quo)曾将其理解为指代前文的“那一人”(ἑνὸς ἀνθρώπου,即“在亚当里众人犯了罪”),但在希腊语语法中,此处是说明死临到众人的原因(“因为众人都犯了罪”)。
- 5.18Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς
高度省略的并列介词短语结构。从句(ὡς...)和主句(οὕτως καί...)中均省略了谓语动词(如表示“产生结果/临到”的动词)。需依上下文补全动词含义:“正如藉着一次过犯,结果导致众人被定罪;照样,藉着一次义行,结果导致众人称义得生命”。
