- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:6.1-6.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明信徒藉着洗礼与基督同死同复活而已向罪死绝,劝勉信徒不可再作罪的奴仆,而要作义与神的奴仆,以致成圣并得享永生。
Τί οὖν ἐροῦμεν; ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
这样,我们要怎么说呢?我们可以仍在罪中,叫恩典显多吗?
μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
断乎不可!我们向罪死了的人,岂可仍在罪中活着呢?
ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν [Ἰησοῦν] εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
岂不知我们这受洗归入基督耶稣的人,是受洗归入他的死吗?
συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
所以,我们藉着洗礼归入死,和他一同埋葬,原是叫我们行事为人有新生的样式,像基督藉着父的荣耀从死里复活一样。
εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·1 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ, ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
我们若在他死的形状上与他联合,也要在他复活的形状上与他联合;因为知道我们的旧人和他同钉十字架,使罪身灭绝,叫我们不再作罪的奴仆;因为已死的人是脱离了罪。
εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συνζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
我们若是与基督同死,就信必与他同活;因为知道基督既从死里复活,就不至于再死,死也不再作他的主了。
ὃ γὰρ ἀπέθανεν,2 τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ. οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ.
他死是向罪死了,只有一次;他活是向神活着。这样,你们向罪也当看自己是死的,向神在基督耶稣里却当看自己是活的。
Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ·
所以,不要容罪在你们必死的身上作王,使你们顺从身子的私欲。也不要把你们的肢体献给罪作不义的器具;倒要像从死里复活的人,将自己献给神,并将肢体作义的器具献给神。
ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.
罪必不能作你们的主,因你们不在律法之下,乃在恩典之下。
Τί οὖν; ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο·
这却怎么样呢?我们在恩典之下,不在律法之下,就可以犯罪吗?断乎不可!
οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
岂不晓得你们献上自己作奴仆,顺从谁,就作谁的奴仆吗?或作罪的奴仆,以至于死;或作顺从的奴仆,以至于义。
χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς,3 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ·
感谢神!因为你们从前虽然作罪的奴仆,现今却从心里顺服了你们被交托于其中的道理的模范。你们既从罪里得了释放,就作了义的奴仆。
ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ [εἰς τὴν ἀνομίαν], οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν·
我因你们肉体的软弱,就照着人的常话对你们说:你们从前怎样将肢体献给不洁不法作奴仆,以至于不法;现今也要照样将肢体献给义作奴仆,以至于成圣。
ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
因为你们作罪之奴仆的时候,就不受义的约束了。
τίνα οὖν καρπὸν εἴχετε τότε ἐφʼ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος·
你们现今所看为羞耻的事,当时有什么果子呢?那些事的结局就是死。
νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
但现今,你们既从罪里得了释放,作了神的奴仆,就有成圣的果子,那结局就是永生。
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
因为罪的工价乃是死;唯有神的恩赐,在我们的主基督耶稣里,乃是永生。
- 6.5ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα
连接词短语 ἀλλὰ καί 在条件句结论句中起强调或对应作用(“必然也要……”)。属格 τῆς ἀναστάσεως 承前省去了 τῷ ὁμοιώματι(“在他复活的形状上”),与前分句的 τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ 形成平行结构,或者由形容词 σύμφυτοι 直接支配属格。
- 6.10ὃ γὰρ ἀπέθανεν
关系代词 ὃ 在此作同族宾格或副词性宾格,意为“就他所死的死而言”,与后文的 ὃ δὲ ζῇ(“就他所活的生命而言”)形成对偶。
- 6.17εἰς ὃν παρεδόθητε τύπον διδαχῆς
先行词(τύπον διδαχῆς)被吸收进关系从句并受关系代词 ὃν 的格(宾格)吸引,属于逆向吸引(inverse attraction)结构。按正常语序应为 τῷ τύπῳ τῆς διδαχῆς εἰς ὃν παρεδόθητε(“顺从了你们被交托于其下的那种教训的模范”)。
