← 新约圣经

罗马书

§4.1-4.25

亚伯拉罕因信称义与应许的继承

保罗以创世记中亚伯拉罕因信称义以及大卫的诗篇为例,论证人的称义是因着信心和恩典,而非依靠割礼或律法的行为,从而表明信徒才是亚伯拉罕真正的后裔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;1

这样说来,关于按肉体作我们先祖的亚伯拉罕,我们该说什么呢?

§4.2

εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλʼ οὐ πρὸς θεόν, τί γὰρ ἡ γραφὴ λέγει;

如果亚伯拉罕是因行为称义,他就有可夸的,只是在神面前却不能。因为经上是怎么说的呢?

§4.3

"Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην."

“亚伯拉罕信神,这就算为他的义。”

§4.4

τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, καθάπερ καὶ Δαυεὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων " Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι,"

作工的得工价,不算为恩典,乃是该得的债;唯有不作工,只信那称不敬虔之人为义者的,他的信就算为他的义。正如大卫也称那在行为之外蒙神算为义的人是有福的: “过犯得赦免、罪恶蒙遮盖的人是有福的;”

§4.8

" μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρ-" "τίαν."

“ 主绝不算为有罪的人是有福的。”

§4.9

ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ "Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην."

如此看来,这福分是加给受割礼的人呢,还是也加给未受割礼的人呢?因为我们说: “亚伯拉罕的信就算为他的义。”

§4.10

πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλʼ ἐν ἀκροβυστίᾳ· καὶ "σημεῖον" ἔλαβεν "περιτομῆς," σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν "τῇ ἀκροβυστίᾳ," εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς [τὴν] δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν2 τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.

那么,这是怎么算的呢?是在他受割礼的时候,还是在未受割礼的时候呢?不是在受割礼的时候,乃是在未受割礼的时候;并且他领受了割礼的记号,作他未受割礼时因信称义的印证,好使他作一切未受割礼而信之人的父,使义也算在他们身上;又作受割礼之人的父,就是不仅受了割礼,并且照着我们祖宗亚伯拉罕未受割礼时信心的脚踪而行的人。

§4.13

Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως·

因为神应许亚伯拉罕或他的后裔承受世界,并不是藉着律法,乃是藉着信心的义。

§4.14

εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία.

若是属乎律法的人才能承受,信就归于虚空,应许也化为乌有了。

§4.15

ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.

因为律法是带来忿怒的;哪里没有律法,哪里也就没有过犯。

§4.16

Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, (ὅς ἐστιν πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι "Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε,") κατέναντι οὗ ἐπίστευσεν θεοῦ3 τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·

因此,应许是本乎信,好叫它是出于恩典,使应许对一切后裔坚固不移,不仅是对那属乎律法的,也是对那效法亚伯拉罕信心的——亚伯拉罕是我们众人的父,正如经上所记: “我已经立你作多国之父”——亚伯拉罕在他所信的神面前作我们的父,这位神就是使死人复活、使无变为有的神。

§4.18

ὃς παρʼ ἐλπίδα ἐπʼ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν "πατέρα πολλῶν ἐθνῶν" κατὰ τὸ εἰρημένον "Οὕτως ἔσται τὸ σπέρμα σου·"

他在无可指望的时候,因盼望而信,好叫他成为“多国之父”,正如所说的那样: “你的后裔将要如此。”

§4.19

καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα [ἤδη] νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας, εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλὰ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.

他虽然想到自己的身体如同已死——因为他大约一百岁了——又想到撒拉的生育已经断绝,他的信心却不软弱;并且仰望神的应许,没有因不信而起疑惑,反倒在信心上得坚固,将荣耀归给神,且满心相信神所应许的,神也能作成。

§4.22

διὸ [καὶ] "ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην."

所以,这“就算为他的义”。

§4.23

Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον ὅτι "ἐλογίσθη αὐτῷ," ἀλλὰ καὶ διʼ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς "παρεδόθη διὰ τὰ παραπτώματα" ἡμῶν4 καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

然而,“算在他身上”这句话,不单是为他一人写的,也是为我们这些将要蒙算为义的人写的,就是我们这信靠使我们的主耶稣从死人中复活之神的人。耶稣被交给人,是因我们的过犯;他复活,是为使我们称义。

语法注4 条
  1. 4.1Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;

    介词短语 κατὰ σάρκα 最自然地修饰其紧邻的名词短语 τὸν προπάτορα ἡμῶν(“按肉体作我们先祖的”)。在此文本中,缺少拜占庭文本中的完成时不定式 εὑρηκέναι,因此 Ἀβραὰμ 作 ἐροῦμεν 所支配的话题宾格(“关于亚伯拉罕,我们该说什么呢?”)。

  2. 4.12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν

    紧接在 πατέρα περιτομῆς(“割礼之父”)之后的与格短语 τοῖς οὐκ ἐκ περιτομῆς μόνον... 作为表示相关或利益的与格(“对那些不仅受割礼的人而言作父”),修饰名词 πατήρ。它与前文 εἰς τὸ εἶναι 引出的并列结构形成对照(即作一切未受割礼而信之人的父)。

  3. 4.17κατέναντι οὗ ἐπίστευσεν θεοῦ

    此句属于典型的关系代词引力(attraction)结构:原本的标准结构应为 κατέναντι τοῦ θεοῦ ᾧ ἐπίστευσεν(“在他所信之神的面前”),先行词 θεοῦ 被吸收到关系子句中,关系代词 οὗ 受到前置介词 κατέναντι 所要求的属格支配而发生格位同化。

  4. 4.25ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

    前置词 διά 带宾格表示原因(“因为”)。与前半句的 διὰ τὰ παραπτώματα ἡμῶν(“因我们的过犯”)并列,后半句的 διὰ τὴν δικαίωσιν ἡμῶν 指向救赎的目的与结果(“为了/因我们的称义”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:4.1-4.25