- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:3.1-3.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗阐明了犹太人和割礼的益处,同时指出无论犹太人还是希腊人都伏在罪下,无法靠律法的行为称义。进而宣示神的义在律法之外显明出来,藉着信耶稣基督加给一切信的人。
Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφελία τῆς περιτομῆς;
这样说来,犹太人有什么长处?割礼有什么益处呢?
πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν [γὰρ] ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ.1
在各方面都多:首先是神的圣言托付了他们。
τί γάρ; εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει;
即便有不信的,这又有何妨呢?难道他们的不信会废掉神的信实吗?
μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, "πᾶς δὲ ἄνθρωπος ψεύστης," καθάπερ γέγραπται "Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε."
绝对不会!宁可认定神是真实的,“人都是虚谎的”,正如经上所记: “好使你在你的话上显为公义, 在受审判的时候得胜。”
εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
但如果我们的不义显明神的公义,我们该说什么呢?降怒的神是不义的吗?(我是照着人的常话说的。)
μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;
绝对不会!若是这样,神怎能审判世界呢?
εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, καὶ μὴ καθὼς βλασφημούμεθα2 [καὶ] καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
但如果神的真实因我的虚谎越发显出他的荣耀,为什么我还要作为罪人受审判呢?为什么不说(正如我们被毁谤,也是某些人声称我们说的):“我们可以作恶以成善”呢?这等人被定罪是公义的。
Τί οὖν; προεχόμεθα;3 οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφʼ ἁμαρτίαν εἶναι, καθὼς γέγραπται ὅτι "Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν συνίων," " οὐκ ἔστιν ἐκζητῶν τὸν θεόν·" " πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός."
那么怎么样呢?我们比他们强吗?绝不是;因为我们已经指控,犹太人和希腊人都在罪恶之下。正如经上所记: “没有义人,连一个也没有; 没有明白的,” “没有寻求神的;” “人人都偏离了正道,一同变为无用; 没有行善的,连一个也没有。
" τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,"
” “他们的喉咙是敞开的坟墓, 他们的舌头弄诡诈, 他们的嘴唇下有虺蛇的毒液,”
" ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·" " ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,"
“ 满口是咒骂苦毒;” “杀人流血,他们的脚飞跑,”
" σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,"
“ 所经过的道路满是毁灭和悲惨,”
" καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν."
“ 平安的路,他们未曾知道。”
" οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν."
“ 他们眼中 不怕神。”
Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ·
我们晓得,律法上所说的一切话,都是对律法以下的人说的,好叫每一个人的口被堵住,普世的人都服在神的审判之下。
διότι ἐξ ἔργων νόμου "οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ," διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
因为藉着律法的行为,“没有血肉之躯在他面前得以称义”,因为律法本是叫人知罪。
νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως [Ἰησοῦ] Χριστοῦ,4 εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή.
但如今,神的义在律法之外显明出来,有律法和先知为证,就是神的义因信耶稣基督加给一切信的人,并没有分别。
πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
因为世人都犯了罪,亏缺了神的荣耀,蒙神的恩典,因在基督耶稣里的救赎,就白白地称义。
ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι5 εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
神设立耶稣作挽回祭,是凭着信,藉着他的血,显明神的义;因为神用忍耐的心宽容人先时所犯的罪,好在今时显明他的义,使人知道他自己为义,也称信耶稣的人为义。
Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
既是这样,哪里能夸口呢?没有了。藉着什么法呢?藉着行为的法吗?不是,乃是藉着信心的法。
λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
因为我们认定,人称义是因着信,与律法的行为无关。
ἢ Ἰουδαίων ὁ θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν;
难道神只是犹太人的神吗?不也是外邦人的神吗?
ναὶ καὶ ἐθνῶν, εἴπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
是的,也是外邦人的神;神既然是一位,他就要因信称那受割礼的为义,也要藉着信称那未受割礼的为义。
νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν.
这样,我们藉着信废了律法吗?绝对不会!更是巩固律法。
- 3.2ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ
此句是被动句,源于主动句式 πιστεύω τινί τι(把某物托付给某人,人作与格,物作宾格)。在被动语态中,接受托付的人作主语(“他们”),而被托付的事物保留为宾格 τὰ λόγια(“神的圣言”)。
- 3.8καὶ μὴ καθὼς βλασφημούμεθα
此处出现省略(破格结构)。其主干可以承接第7节的反问而补足言说动词(“为什么不说 [καὶ τί μὴ λέγομεν]……”),或者直接承接虚拟语气(“为什么不 [作恶] [καὶ μὴ ποιήσωμεν τὰ κακά]……”)。
- 3.9προεχόμεθα;
该动词为现在时中动态或被动态。语法上主要有两种解释:(1) 作中动态取主动义,“我们比他们强吗?”(传统解法);(2) 作被动态,“我们处于优势吗?”或“我们被胜过吗?”。鉴于承接上文犹太人优越性的议题,此处取第(1)种解释最为贴切。
- 3.22δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως [Ἰησοῦ] Χριστοῦ
关于属格 [Ἰησοῦ] Χριστοῦ 的功能,有两种解释:(1) 宾格性属格,意为“对耶稣基督的信/信耶稣基督”;(2) 主格性属格,意为“耶稣基督的信实”。鉴于紧接着有分词短语 εἰς πάντας τοὺς πιστεύοντας(“给一切信的人”)与之平行呼应,此处取 (1) 宾格性属格。
- 3.25ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι
双宾格(宾语与补足语)结构:ὃν(指基督耶稣)作直接宾语,ἱλαστήριον 作宾语补足语(“作挽回祭/施恩座”)。介词短语 διὰ πίστεως(“凭着信”)与 ἐν τῷ αὐτοῦ αἵματι(“藉着他的血”)分别修饰神设立挽回祭的方式:基督的血是赎罪的根基,而信是人领受的途径。
