← 新约圣经

罗马书

§2.1-2.29

神的公义审判与内心的割礼

保罗揭露了论断他人者自身的虚伪,阐明神的公正审判取决于实际行为与内心的真实情况,而非仅凭拥有律法或外在的割礼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ1 γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων·

因此,你这判断人的人,无论你是谁,都是无可推诿的;你在何事上判断别人,就在何事上定自己的罪,因为你这判断人的正是行同样的事。

§2.2

οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστὶν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.

我们知道,神必照真理审判行这样事的人。

§2.3

λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;

你这人哪,你判断行这样事的人,自己却去行,难道以为能逃脱神的审判吗?

§2.4

ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει;

还是你藐视他丰富的恩慈、宽容和忍耐,不知道神的恩慈是领你悔改吗?

§2.5

κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ, ὃς "ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·."

你竟任着你刚硬不悔改的心,为自己在忿怒的日子,就是神公义审判显现的日子,积蓄忿怒。神“必照各人的行为报应各人”:

§2.7

τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον·2 τοῖς δὲ ἐξ ἐριθίας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός, θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ.

凡恒心行善,寻求荣耀、尊贵和不朽的,就以永生报应他们;但对于那些结党不顺从真理、反顺从不义的人,就有忿怒和暴怒。将患难和困苦加给一切作恶的人,先是犹太人,后是希腊人;却将荣耀、尊贵和平安加给一切行善的人,先是犹太人,后是希腊人;因为神并不偏待人。

§2.12

Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·

凡在律法之外犯了罪的,也必在律法之外灭亡;凡在律法之下犯了罪的,必按律法受审判。

§2.13

οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ [τῷ] θεῷ, ἀλλʼ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.

因为在神面前,不是听律法的为义,乃是行律法的得称为义。

§2.14

ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσὶν νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.

没有律法的外邦人若顺着本性行律法上的事,他们虽然没有律法,自己就是自己的律法;这是显出律法的功用刻在他们心里,他们的良心也一同作证,并且他们的思念互相控告,或作申辩。就在神藉着基督耶稣,照着我的福音,审判人隐秘之事的日子,显明出来。

§2.17

Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ,— ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;

你若自称为犹太人,倚靠律法,指着神夸口,并且受了律法的教导,明白神的旨意,能分辨是非,又深信自己是给瞎子领路的,是在黑暗中人的光,是愚昧人的训蒙者,是婴孩的导师,在律法上有知识和真理的模范——那么,你这教导别人的,还不教导自己吗?你这传讲不可偷盗的,自己偷盗吗?

§2.22

ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;

你这说不可奸淫的,自己奸淫吗?你这厌恶偶像的,自己抢劫庙宇吗?

§2.23

ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;

你这以律法夸口的,倒因违犯律法玷辱神吗?

§2.24

"τὸ" γὰρ "ὅνομα τοῦ θεοῦ διʼ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν," καθὼς γέγραπται.

因为经上记着说: “神 的名在异邦人中因你们受了亵渎。”

§2.25

περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.

你若遵行律法,割礼固然于你有益;但你若是违犯律法的,你的割礼就变成未受割礼了。

§2.26

ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;

所以,未受割礼的人若遵守律法的规条,他这未受割礼岂不当作受了割礼吗?

§2.27

καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.3

而且那本来未受割礼却全守律法的人,将要审判你这依着字句和割礼却违犯律法的人。

§2.28

οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλʼ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλʼ ἐκ τοῦ θεοῦ.

因为外表作犹太人的,并不是犹太人;肉身外表的割礼,也不是割礼;唯有在内里作的,才是犹太人;真割礼也是心里的,在乎灵,不在乎字句。这人的称赞不是从人来的,乃是从神来的。

语法注3 条
  1. 2.1ἐν ᾧ

    短语 ἐν ᾧ 理解为“在……事上”或“正当……之时”(指判断的范围或具体事项)。虽然文法上也可能表示时间(“当……的时候”)或原因(“因为”),但紧接着的 σεαυτὸν κατακρίνεις 说明,在判断别人的这同一行为或范围内,就构成了对自身的定罪。

  2. 2.7τοῖς μὲν καθʼ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον

    该分句承前省略了前文引文中的主要动词 ἀποδώσει(报应)。与格分词短语 τοῖς ... ζητοῦσιν(对于寻求……的人)作为间接宾语,支配宾格的直接宾语 ζωὴν αἰώνιον(永生)。在随后的转折分句中(τοῖς δὲ ... ὀργὴ καὶ θυμός),句式转为使用主格名词,构成破格句(anacoluthon)。

  3. 2.27τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου

    介词 διά 接属格在此不表示单纯的工具或手段,而是表示伴随情况或条件(即“拥有字句和割礼却……”)。定冠词 τὸν 修饰 παραβάτην(违犯者),中间插入的介词短语 διὰ γράμματος καὶ περιτομῆς 突出了在享有文字律法与割礼之特权的境况下依然犯罪这一反常状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:2.1-2.29