- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:1.1-1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗向罗马的信徒致问候,申明自己的使徒蒙召与探访他们的渴望,并宣示神在福音中所显明的义。随后他阐述神对阻挡真理、拜偶像与不虔不义之人的愤怒,以及神如何任凭他们陷入种种道德沦丧。
ΠΑΥΛΟΣ δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, διʼ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως1 ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ἐν οἷς ἐστὲ καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
耶稣基督的仆人保罗,奉召为使徒,特派传神的福音;这福音是神从前藉着众先知在圣经上所应许的,论到他的儿子,按肉身说是从大卫后裔生的,按圣善的灵说,因从死里复活,被定为具有能力的神的儿子,就是我们的主耶稣基督。我们藉着他受了恩典与使徒的职分,要在万民中为他的名引发信心的顺服,其中也有你们这蒙召属耶稣基督的人;写信给所有在罗马为神所爱、奉召作圣徒的人:愿恩惠与平安从我们的父神并主耶稣基督归于你们。
Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
首先,我藉着耶稣基督为你们众人感谢我的神,因为你们的信心传遍了天下。
μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
因我以心灵在传他儿子福音上所事奉的神,可以为我作证,我是怎样不住地提到你们,常在祷告中祈求,或者照神的旨意,终能顺利前往你们那里。
ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, τοῦτο δέ ἐστιν συνπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
因为我切切地想见你们,要把些属灵的恩赐分给你们,使你们得以坚固;这就是说,在你们中间因着你我彼此的信心,大家同得安慰。
οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
弟兄们,我不愿意你们不知道,我屡次定意前往你们那里,要像在其余外邦人中一样在你们中间也得些果子,只是至今仍受拦阻。
Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατʼ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
无论是希腊人还是化外人,无论是聪明人还是愚拙人,我都欠他们的债;所以情愿尽我所能的,把福音也传给你们在罗马的人。
οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστὶν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε [πρῶτον] καὶ Ἕλληνι·
因为我不以福音为耻;这福音本是神的大能,要救一切相信的人,先是犹太人,后是希腊人。
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται "Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.2"
因为神的义正在这福音上显明出来,本于信而归于信,正如经上所记: “义人必因信得生。”
Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
原来神的忿怒从天上显明在一切不虔不义的人身上,就是那些行不义阻挡真理的人。因为神的事情,人所能知道的,原显明在他们里面,因为神已经向他们显明。
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται,3 ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
自从造天地以来,神那看不见的本性,即他永恒的大能和神性,是藉着所造之物被领悟而能看清的,叫人无可推诿;因为他们虽然知道神,却不当作神荣耀他,也不感谢他,反而在自己的意念中变成虚妄,无知的心就昏暗了。
φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ "ἤλλαξαν τὴν δόξαν" τοῦ ἀφθάρτου θεοῦ "ἐν ὁμοιώματι" εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
自称为聪明,反成了愚拙,并且 “将荣耀改变了”,将不能朽坏之神的荣耀,“变为仿佛”必朽坏的人、飞禽、走兽、爬物的形象。
Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,4 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
所以神任凭他们顺着心里的情欲沉溺于污秽,以致彼此玷辱自己的身体。他们将神的真实变为虚谎,去敬拜事奉受造之物,倒不敬奉造物的主,主是永远可称颂的,阿们。
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσιν, τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν αὑτοῖς ἀπολαμβάνοντες.
因此神任凭他们放纵可羞耻的情欲;他们的女人把顺性的用处变作逆性的用处;男人也是如此,弃了女人顺性的用处,在对彼此的情欲中欲火焚烧,男和男行可羞耻的事,就在自己身上受他们妄为当得的报应。
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθίας, ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.
他们既然故意不认识神,神就任凭他们存邪僻的心,行那些不合宜的事,装满了各样不义、邪恶、贪婪、恶毒,满心是嫉妒、凶杀、争竞、诡诈、毒恨,又是谗毁的、背后说人的、怨恨神的、侮慢人的、狂傲的、自夸的、捏造恶事的、违背父母的、无知的、背约的、无亲情的、不怜悯人的;他们虽知道神公义的判决,行这样事的人是当死的,然而他们不仅自己去行,还赞同去行的人。
- 1.5εἰς ὑπακοὴν πίστεως
属格 πίστεως 既可解释为同格属格(“即信心的顺服”),也可解释为来源或主格属格(“出于信心的顺服”),亦或宾格属格(“对信仰的顺服”)。在保罗书信的用例中,通常指源于信仰并体现信仰的顺服。
- 1.17Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται
介词短语 ἐκ πίστεως 既可修饰 ὁ δίκαιος(“因信得称义之人必得生”),也可修饰动词 ζήσεται(“义人必因信而生”)。虽然哈巴谷书原意偏向后者,但结合保罗在上下文中所强调的因信称义主题,将短语理解为界定“义人”或修饰生命之获得均可成立。
- 1.20τοῖς ποιήμασιν νοούμενα καθορᾶται
与格 τοῖς ποιήμασιν 是工具或手段与格(“借着所造之物”),修饰现在被动分词 νοούμενα(“被理解/领悟”)。主动词 καθορᾶται(“被看清/清楚看见”)支配中性复数主语 τὰ ἀόρατα αὐτοῦ。
- 1.24τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς
带属格冠词的不定词结构 τοῦ ἀτιμάζεσθαι 表达目的或结果(“以致他们的身体被玷辱”)。宾格短语 τὰ σώματα αὐτῶν 充当该被动不定词的逻辑主语。
