← 新约圣经

罗马书

§15.1-15.33

彼此接纳同心赞美与宣教行程的规划

保罗劝勉坚固的人担代软弱者并效法基督彼此同心归荣耀与神,回顾了自己作为外邦人使徒的传道工作,并陈述了经由耶路撒冷前往罗马和西班牙的行程计划,恳求众信徒为他代祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

我们坚固的人应当担代不坚固之人的软弱,不求自己的喜悦。

§15.2

ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·

我们各人务要叫邻舍喜悦,使他得益处,蒙造就。

§15.3

καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται "Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σὲ ἐπέπεσαν ἐπʼ ἐμέ."

因为基督也不求自己的喜悦,反倒如经上所记:“辱骂你之人的辱骂都落在我身上。”

§15.4

ὅσα γὰρ προεγράφη, [πάντα] εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.

从前所写的这一切,都是为教训我们写的,叫我们因着圣经所赐的忍耐和安慰,可以得着盼望。

§15.5

ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

但愿赐忍耐和安慰的神,叫你们照着基督耶稣彼此同心,使你们一心一口荣耀我们主耶稣基督的神和父。

§15.7

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ χριστὸς προσελάβετο ἡμᾶς, εἰς δόξαν τοῦ θεοῦ.

所以,你们要彼此接纳,如同基督接纳了我们一样,使荣耀归于神。

§15.8

λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν·1 καθὼς γέγραπται "Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ."

我说,基督为了神的真实,作了受割礼之人的执事,要证实给列祖的应许,并使外邦人因他的怜悯荣耀神。如经上所记: “因此我要在外邦中称赞你,歌颂你的名。”

§15.10

καὶ πάλιν λέγει "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ."

又说: “外邦人哪,你们当与他的百姓一同欢乐。”

§15.11

καὶ πάλιν "Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί."

又说: “万邦啊,你们当赞美主! 万民哪,你们都当颂赞他!”

§15.12

καὶ πάλιν Ἠσαίας λέγει "Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν."

又有以赛亚说: “将来必有耶西的根, 就是那兴起来要统治外邦的; 外邦人要仰望他。”

§15.13

ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.

但愿赐盼望的神,因信将各样的喜乐、平安充满你们的心,使你们藉着圣灵的能力满溢着盼望。

§15.14

Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης τῆς γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.

我的弟兄们,我自己也深信你们本是满有良善,充满了各样的知识,也能彼此劝诫。

§15.15

τολμηροτέρως δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ἀπὸ τοῦ θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.

但我凭着神赐给我的恩典,在几处稍有放胆地写信给你们,是要提醒你们;这恩典是叫我为外邦人作基督耶稣的仆役,作神福音的祭司,使所献上的外邦人因蒙圣灵分别为圣,成为可蒙悦纳的。

§15.17

ἔχω οὖν [τὴν] καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·

所以论到神的事,我在基督耶稣里是有可夸的。

§15.18

οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ2 εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος [ἁγίου]· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ χριστοῦ, οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, ἀλλὰ καθὼς γέγραπται "Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν."

除了基督藉我所作的那些事,叫外邦人顺服,其余的我都不敢提,这借着言语作为,藉着神迹奇事的能力,并圣灵的能力;甚至我从耶路撒冷起,转到以利哩古,到处传遍了基督的福音。我立定志向,不在基督的名被称过的地方传福音,免得建造在别人的根基上。就如经上所记: “未曾蒙传报关于他信息的人必将看见, 未曾听见的人必将明白。”

§15.22

Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·3

因此,我多次被拦阻,不能到你们那里去。

§15.23

νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιπόθειαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν, ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν,4 ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ,—

但如今,在这些地方我已再无立足之地,并且多年来一直切望到你们那里去,只要我动身往西班牙去的时候——因为我指望在经过时得见你们,在先与你们稍微交往满足之后,蒙你们送行往那里去——

§15.25

νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.

但现在我往耶路撒冷去,供给圣徒。

§15.26

ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαία κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.

因为马其顿和亚该亚人乐意凑出一笔捐款,分给耶路撒冷圣徒中的穷人。

§15.27

ηὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.

这固然是他们乐意的,其实也是他们所欠的债;因为外邦人既然分享了他们属灵的好处,就理当在属肉身的事上供给他们。

§15.28

τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν εἰς Σπανίαν·

等我办妥了这事,把这果子向他们交付妥当,就要路过你们那里,往西班牙去。

§15.29

οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.

我也晓得,去到你们那里的时候,必带着基督丰盛的祝福而去。

§15.30

Παρακαλῶ δὲ ὑμᾶς [, ἀδελφοί,] διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται, ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν.

弟兄们,我藉着我们的主耶稣基督,又藉着圣灵的爱,劝你们在向神的祷告中与我一同竭力,为我祈求,叫我脱离在犹太不顺从的人,并使我带去耶路撒冷的捐项蒙圣徒悦纳,使我可以照神的旨意,欢欢喜喜地到你们那里,与你们同得安息。

§15.33

ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

愿赐平安的神常与你们众人同在。阿们。

语法注4 条
  1. 15.8λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν

    两个带宾格主语的不定式短语(Χριστὸν... γεγενῆσθαι 与 τὰ δὲ ἔθνη... δοξάσαι)由 λέγω 引领。关于后一个不定式 δοξάσαι(以 τὰ ἔθνη 为宾格主语),既可理解为与前句表示目的的 εἰς τὸ βεβαιῶσαι 平行(表达基督作执事的目的,即“使外邦人因他的怜悯荣耀神”),也可理解为直接受 λέγω 支配(“我说,外邦人因他的怜悯荣耀神”)。无论何种分析,都在句法上确立了基督职事向着犹太人与外邦人双重成就的对照。

  2. 15.18οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ

    关系代名词 ὧν 发生了向原本省略的属格指示代词先行词的语法吸引(attraction),其原结构为 λαλεῖν τι [τούτων] ἃ οὐ κατειργάσατο...。此外,双重否定(οὐ... ὧν οὐ...)构成了一种修辞上的婉辞(litotes),其语义为“基督未曾借我作成的事,我不敢提”(即“我只敢提基督借我作成的事”)。

  3. 15.22ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς

    带冠词的属格不定式 τοῦ ἐλθεῖν 附随于表示阻碍的动词 ἐνεκοπτόμην(未完成过去时被动态),表示分离、限制(“被拦阻而不能来”)或结果。副词性宾格 τὰ πολλὰ 意为“多次、屡次”。

  4. 15.23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιπόθειαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν, ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν,

    第23–24节构成了破格句法(anacoluthon)。在两个分词短语(μηκέτι τόπον ἔχων... 以及 ἐπιπόθειαν δὲ ἔχων...)之后接以时间/条件连词引导的从句 ὡς ἂν πορεύωμαι...,但预期的主句主动词因插入性的解释(ἐλπίζω γὰρ...)而中断,直到第25节以 νυνὶ δὲ πορεύομαι... 另起主句继续陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:15.1-15.33