- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:14.1-14.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗劝勉信徒在饮食和守日等不同观点上彼此接纳,不可彼此论断或轻视,并提醒所有人终将在神的审判台前陈明自己,务要凭爱心行事、追求和睦与彼此造就。
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.1
信心软弱的,你们要接纳,但不要为不同的意见争论。
ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
有人信什么都可以吃,但那软弱的只吃蔬菜。
ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
吃的人不可轻视不吃的人,不吃的人也不可论断吃的人,因为神已经接纳他了。
σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει·2 σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν.
你是谁,竟论断别人的仆人呢?他立住或跌倒,自有他自己的主人在;而且他也必立得住,因为主能使他立住。
ὃς μὲν [γὰρ] κρίνει ἡμέραν3 παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω·
有人看这日比那日强,也有人看日日都是一样。各人要在自己的心意中坚信不疑。
ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
守日的人是为主而守;吃的人是为主而吃,因为他感谢神;不吃的人也是为主不吃,同样感谢神。
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει·
因为我们没有一个人为自己活,也没有一个人为自己死。
ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ κυρίου ἐσμέν.
我们若活着,是为主而活;若死了,是为主而死。所以,我们或活或死,总是属于主的人。
εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
基督为此死了,又活过来,为要作死人和活人的主。
Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ· γέγραπται γάρ "Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ."
你为什么论断你的弟兄呢?又或者,你为什么轻视你的弟兄呢?因为我们都要站在神的审判台前;正如经上记着: “主说:‘我凭着我的永生起誓,万膝必向我跪拜, 万舌必向神称颂。’”
ἄρα [οὖν] ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει [τῷ θεῷ].
这样看来,我们各人都要将自己的事在神面前说明。
Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι4 πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
所以,我们不可再彼此论断,宁可下定决心,不给弟兄放下绊脚之物或使人跌倒的事。
οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
我在主耶稣里深知并确信,没有一样东西凭着自身是不洁净的;惟独人以为是不洁净的,在他看来就成为不洁净了。
εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
你若因食物叫弟兄忧愁,你就不再是照着爱心行事了。基督已经为他死了,不可因你的食物使他毁灭。
μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν.
所以,不可叫你们的善被人毁谤。
οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
因为神的国不在于吃喝,乃在于公义、和平以及圣灵中的喜乐。
ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
在这事上服事基督的,就是神所喜悦的,也是人所称许的。
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους·
所以,我们当追求和平的事,以及彼此造就的事。
μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.5
不可因食物毁坏神的工程。一切固然是洁净的,但若有人因吃而叫人跌倒,在他就是恶了。
καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει·
无论是吃肉,是喝酒,是什么别的使你的弟兄跌倒的事,一概不做,这才是好的。
σὺ πίστιν ἣν ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει·
你所持有的信心,要在神面前守在你自己心里。在自己所赞成的事上不自责的人是有福的。
ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν.
若有疑心而吃的,就被定罪,因为不是出于信心;凡不出于信心的,都是罪。
- 14.1μὴ εἰς διακρίσεις διαλογισμῶν
介词 εἰς 表目的或结果,名词 διακρίσεις 可指“判断、决断”或“纷争、争论”。διαλογισμῶν 既可作宾格性属格(对意见或疑虑进行断定),也可作主格性属格(想法上的争辩)。此句意在限定接纳弱者的方式,即“不是为了就不同的意见作决断或引起争辩”。
- 14.4τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει
τῷ ἰδίῳ κυρίῳ 是关系与格(dative of reference)或判断与格(dativus iudicantis),意为“就他自己的主人而言”或“在他自己的主人面前/决断下”。这强调了论断仆人立住或跌倒的权柄仅属于其主人一人。
- 14.5ὃς μὲν [γὰρ] κρίνει ἡμέραν παρʼ ἡμέραν
介词 παρά 接宾格表比较(优于、选出于),因此意为“判定一日优于另一日”。与其对照的分句 ὃς δὲ κρίνει πᾶσαν ἡμέραν 则需从前文补足语意,表示“判定每一日都(同等神圣/一样)”。
- 14.13ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι
此处动词 κρίνω 构成了双关修辞:从前半句的“论断、判决(κρίνωμεν)”转换至后半句的“下定决心、决意(κρίνατε)”。带冠词的不定词短语 τὸ μὴ τιθέναι 作指示代词 τοῦτο 的同位语,说明所下决心的具体内容。
- 14.20τῷ διὰ προσκόμματος ἐσθίοντι
介词 διά 接属格表示伴随状态或情境。该短语可解为:(1) “带着绊跌/良心不安而吃的人”(指软弱者因疑惑而吃),或 (2) “造成他人绊跌而吃的人”(指坚固者无视他人感受而吃)。上下文统一定位于伴随绊脚/疑惑的情境中吃喝。
