- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:16.1-16.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗向罗马信徒举荐非比,向众多信徒致以个别问候,告诫他们防备制造分裂的人,并转达同工们的问候,最后以宏伟的颂赞结束全信。
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κενχρεαῖς, ἵνα προσδέξησθε αὐτὴν ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι,1 καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
我向你们推荐我们的姐妹非比,她是坚革哩教会的执事。请你们在主里照着合乎圣徒的体统接待她;她在何事上需要你们,你们就帮助她,因为她素来成了许多人和我本人的保护者。
Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.
问候在基督耶稣里与我同工的百基拉和亚居拉;他们为了我的性命,连自己的颈项也置之度外。不仅我一人感谢他们,外邦人的众教会也都感谢他们;又问候在他们家中的教会。问候我所亲爱的以拜尼土,他在亚细亚是归于基督初结的果子。
ἀσπάσασθε Μαρίαν, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
问候马利亚,她为你们多多劳苦。
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
问候安多尼古和犹尼亚,他们是我的同胞,也是与我一同坐监的;他们在使徒中是杰出的,且比我先在基督里。
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
问候在主里我所亲爱的人安普利亚。
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
问候在基督里与我们同工的耳巴奴,和我所亲爱的士大古。
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
问候在基督里经过试验的亚比利。问候亚利多布家里的人。
ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
问候我的同胞希罗天。问候拿其数家里在主里的人。
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
问候在主里劳苦的土非拿氏和土富撒氏。问候亲爱的彼息氏,她在主里多多劳苦。
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
问候在主里蒙拣选的鲁孚,和他母亲,也是我的母亲。
ἀσπάσασθε Ἀσύνκριτον, Φλέγοντα, Ἑρμῆν, Πατρόβαν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
问候亚逊其土、弗勒干、黑米、八罗巴、黑马,并与他们在一处的弟兄们。
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
问候非罗罗古和犹利亚,尼利亚和他姐妹,并阿林巴,以及与他们在一处的众圣徒。
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ.
你们要用圣洁的亲吻彼此问安。基督的众教会都问候你们。
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν·2
弟兄们,我劝你们,要提防那些违背你们所受的教训,制造分裂和绊脚石的人;你们要避开他们。
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
因为这样的人不服事我们的主基督,只服事自己的肚腹,用甘言谄语诱惑单纯之人的心。
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς [μὲν] εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
因为你们的顺服已经传到众人那里,所以我为你们欢喜;但我愿你们在善上聪明,在恶上纯洁。
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθʼ ὑμῶν.
赐平安的神快要把撒但践踏在你们脚下。愿我们主耶稣的恩惠与你们同在。
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός [μου], καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
与我同工的提摩太,以及我的同胞路求、耶孙、所西巴德问候你们。
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
我这代笔写信的德丢,在主里问候你们。
ἀσπάζεται ὑμᾶς Γαῖος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
接待我、也接待全教会的该犹问候你们。城里的司库以拉都和兄弟括土问候你们。
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ [ᾧ] ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.3
愿荣耀因耶稣基督归于那能照着我的福音和耶稣基督的宣讲,照着历代以来隐藏的奥秘之启示坚固你们的神;这奥秘如今显明出来,并按着永恒之神的命令,藉着先知的书向万邦显明,为要带来信仰的顺服;愿荣耀归于独一全智的神,直到永远!阿们。
- 16.2ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι
先行词 πράγματι 被纳入关系从句中(先行词吸收入从句)。动词 χρῄζῃ 支配表示人的属格(ὑμῶν,即“需要你们”),关系代词 ᾧ 在介词 ἐν 之后修饰动词,表示需要帮助的范围或具体事项。
- 16.17σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν
句法上发生了转换:由主动词 παρακαλῶ 所支配的不定词结构(σκοπεῖν)经连词 καί 转变为直接命令式(ἐκκλίνετε),由间接劝告转向直接命令(“留心……并且要避开他们”)。
- 16.25Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι ... μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ [ᾧ] ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
宏伟颂赞句的骨干:开头的与格分词短语 Τῷ δὲ δυναμένῳ 经过长篇修饰成分后,在 μόνῳ σοφῷ θεῷ 处得到呼应与总结。若按带有关系代词 ᾧ 的文本阅读,主句的与格便未承接显式的主要谓语,而在从句中以破格(anacoluthon)形式直接将荣耀归于神。
