- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg006.humanitext-grc2:13.1-13.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
保罗教导信徒顺服掌权者并尽纳税等各项本分,劝勉以爱人如己完全全律法,并因末世拯救临近而当弃绝暗昧作为、披戴基督。
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν·
在上有权柄的,人人当顺服,因为没有权柄不是出于神的,凡存在的权柄都是神所设立的。
ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν, οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.
所以抗拒权柄的,就是抗拒神的命令;抗拒的人必自招刑罚。
οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ.1 θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν;
因为作官的原不是叫行善的惧怕,乃是叫作恶的惧怕。你愿意不惧怕掌权的吗?
τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.
只要行善,就可得他的称赞;因为他是神的用人,是与你有益的。你若作恶,却当惧怕,因为他不是空空地佩剑;他是神的用人,是伸冤的,向作恶的施加忿怒。
διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσὶν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
所以必须顺服,不但是因为忿怒,也是因为良心。你们纳税也正是为此,因为他们是神的仆役,专责办理这事。
ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον2 τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
凡人所当得的,都要给他们:当得粮的,给他纳粮;当得税的,给他上税;当惧怕的,惧怕他;当恭敬的,恭敬他。
Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
凡事都不可亏欠人,惟有彼此相爱,当常以为亏欠;因为爱人的,就完全了律法。
τὸ γάρ "Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις," καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [ἐν τῷ] "Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν."
因为那 “不可奸淫,不可杀人,不可偷盗,不可贪婪,”或有别样诫命,都包在这一句话之内,就是“爱邻如己”。
ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
爱是不加害与邻舍的,所以爱就完全了律法。
Καὶ τοῦτο εἰδότες τὸν καιρόν,3 ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.4
再者,你们晓得现今的时刻,就是你们已经该睡醒的时候;因为我们得救,现今比初信的时候更近了。
ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα [δὲ] τὰ ὅπλα τοῦ φωτός.
黑夜已深,白昼将近;我们就当脱去暗昧的作为,带上光明的兵器。
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
行事为人要端正,好像行在白昼;不可荒宴醉酒,不可好色邪荡,不可争竞嫉妒;总要披戴主耶稣基督,不要为肉体安排去放纵私欲。
- 13.3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ
名词 φόβος 在此作表语,意为“令人惧怕的事物/缘由”。与格 τῷ ἀγαθῷ ἔργῳ ... τῷ κακῷ 为关系与格(“对于善行……对于恶行”),以中性抽象的行为借指行善或作恶之人。
- 13.7ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον
紧随主句动词 ἀπόδοτε 之后的四个排比短语(始于 τῷ τὸν φόρον τὸν φόρον)具有高度的紧缩省略结构:省略了动词含义与分词先行词(如 τῷ τὸν φόρον [ἀπαιτοῦντι]),形成分配性对偶结构(“当得税的,给其税”)。
- 13.11Καὶ τοῦτο εἰδότες τὸν καιρόν
Καὶ τοῦτο 承接前文的劝勉与责任,为指示性惯用语(“并且当行此事”,或副词性“并且特别是”)。分词 εἰδότες 表状语(方式或原因:“既然知晓时机”),或带祈使语气,与前后句的命令动词相呼应。
- 13.11ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν
在句法上,属格 ἡμῶν 依附于比较级 ἐγγύτερον,作空间/关系属格(“离我们更近”),而非比较属格;真正的比较基准是由连词 ἤ 引出的时间从句 ὅτε ἐπιστεύσαμεν(“比我们初信时”)。
